Ancient Greek · ~2 min
Section 68
Philo Judaeus, Quod omnis probus liber sit 68
Not analysed yet
καίτοι τίς ἢ μακρᾶς ὁδοιπορίας ἢ τοῦ θαλαττεύειν ἐστὶ χρεία πρὸς ἔρευναν καὶ ζήτησιν ἀρετῆς, ἧς τὰς ῥίζας ὁ ποιῶν οὐ μακρὰν ἀλλ’ οὑτωσὶ πλησίον ἐβάλετο; καθάπερ καὶ ὁ σοφὸς τῶν Ἰουδαίων νομοθέτης φησίν· „ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου καὶ ἐν ταῖς χερσί σου“ (Deut. 30, 14), αἰνιττόμενος διὰ συμβόλων λόγους, βουλάς, πράξεις, ἃ δὴ πάντα γεωργικῆς τέχνης δεῖται.