Ancient Greek · ~2 min
Section 71
Philo Judaeus, Quod omnis probus liber sit 71
Not analysed yet
τὸ δικαιοσύνης, τὸ ἀνδρείας, τὸ σωφροσύνης. ἔχοντες οὖν τοιαύτας παρ’ ἑαυτοῖς ἀφορμὰς οὐκ ἐρυθριῶμεν ἔνδειαν σοφίας ἀνθρώπων γένει καταγγέλλοντες, ἣν δυνατὸν ἦν ἐκφυσήσαντας καθάπερ ἐν ὕλῃ σπινθῆρα τυφόμενον ζωπυρῆσαι; ἀλλὰ γὰρ πρὸς ἃ μὲν σπεύδειν ἐχρῆν ὡς συγγενέστατα καὶ οἰκειότατα, πολὺς ὄκνος καὶ ῥᾳθυμία συνεχής, ὑφ’ ὧν τὰ καλοκἀγαθίας σπέρματα διαφθείρεται, ὧν δὲ εἰκὸς ἦν ὑστερίζειν, ἵμερος καὶ πόθος ἄπληστος.