Ancient Greek · ~1 min
Section 72
Philo Judaeus, Quod omnis probus liber sit 72
Not analysed yet
διὰ τοῦτο πλουσίων μὲν καὶ ἐνδόξων καὶ ταῖς ἡδοναῖς χρωμένων μεστὴ γῆ καὶ θάλαττα, φρονίμων δὲ καὶ δικαίων καὶ ἀστείων ὀλίγος ἀριθμός· τὸ δὲ ὀλίγον, εἰ καὶ σπάνιον, οὐκ ἀνύπαρκτον.