Ancient Greek · ~1 min
Section 73
Philo Judaeus, Quod omnis probus liber sit 73
Not analysed yet
μάρτυς δὲ ἡ Ἑλλὰς καὶ ἡ βάρβαρος· ἐν τῇ μὲν γὰρ οἱ ἐτύμως ἑπτὰ σοφοὶ προσονομασθέντες ἤνθησαν, καὶ ἄλλων πρότερον καὶ αὖθις ὡς εἰκὸς ἀκμασάντων, ὧν ἡ μνήμη παλαιοτέρων μὲν ὄντων μήκει χρόνων ἠφανίσθη, νεαζόντων δὲ ἔτι διὰ τὴν ἐπιπολάζουσαν τῶν συνόντων ὀλιγωρίαν ἐξαμαυροῦται.