Ancient Greek · ~1 min
Section 75
Philo Judaeus, Quod omnis probus liber sit 75
Not analysed yet
Ἔστι δὲ καὶ ἡ Παλαιστίνη Συρία καλοκἀγαθίας οὐκ ἄγονος, ἣν πολυανθρωποτάτου ἔθνους τῶν Ἰουδαίων οὐκ ὀλίγη μοῖρα νέμεται. λέγονταί τινες παρ’ αὐτοῖς ὄνομα Ἐσσαῖοι, πλῆθος ὑπερτετρακισχίλιοι, κατ’ ἐμὴν δόξαν—οὐκ ἀκριβεῖ τύπῳ διαλέκτου ‘Eλληνικῆς—παρώνυμοι ὁσιότητος, ἐπειδὴ κἀν τοῖς μάλιστα θεραπευταὶ θεοῦ γεγόνασιν, οὐ ζῷα καταθύοντες, ἀλλ’ ἱεροπρεπεῖς τὰς ἑαυτῶν διανοίας κατασκευάζειν ἀξιοῦντες.