Ancient Greek · ~2 min
Section 76
Philo Judaeus, Quod omnis probus liber sit 76
Not analysed yet
οὗτοι τὸ μὲν πρῶτον κωμηδὸν οἰκοῦσι τὰς πόλεις ἐκτρεπόμενοι διὰ τὰς τῶν πολιτευομένων χειροήθεις ἀνομίας, εἰδότες ἐκ τῶν συνόντων ὡς ἀπ’ ἀέρος φθοροποιοῦ νόσον ἐγγινομένην προσβολὴν ψυχαῖς ἀνίατον· ὧν οἱ μὲν γεωπονοῦντες, οἱ δὲ τέχνας μετιόντες ὅσαι συνεργάτιδες εἰρήνης, ἑαυτούς τε καὶ τοὺς πλησιάζοντας ὠφελοῦσιν, οὐκ ἄργυρον καὶ χρυσὸν θησαυροφυλακοῦντες οὐδ’ ἀποτομὰς γῆς μεγάλας κτώμενοι δι’ ἐπιθυμίαν προσόδων, ἀλλ’ ὅσα πρὸς τὰς ἀναγκαίας τοῦ βίου χρείας ἐκπορίζοντες.