Ancient Greek · ~1 min
Section 8
Philo Judaeus, Quod omnis probus liber sit 8
Not analysed yet
πῶς δὲ οὐ παράλογα καὶ γέμοντα πολλῆς ἀναισχυντίας ἢ μανίας ἢ οὐκ ἔχω τί λέγω —διὰ γὰρ ὑπερβολὴν οὐδ’ οἰκείων ὀνομάτων εὐπορῆσαι ῥᾴδιον—πλουσίους μὲν ὀνομάζειν τοὺς ἀπορωτάτους καὶ τῶν ἀναγκαίων ἐνδεεῖς, λυπρῶς καὶ ἀθλίως ἀποζῶντας, μόλις τὸ ἐφήμερον ἐκπορίζοντας, ἐν εὐθηνίᾳ κοινῇ λιμὸν ἐξαίρετον ἔχοντας, ἀρετῆς αὔρᾳ, καθάπερ ἀέρι φασὶ τοὺς τέττιγας, τρεφομένους,