Ancient Greek · ~2 min
Section 89
Philo Judaeus, Quod omnis probus liber sit 89
Not analysed yet
σημεῖον δέ· πολλῶν κατὰ καιροὺς ἐπαναστάντων τῇ χώρᾳ δυναστῶν καὶ φύσεσι καὶ προαιρέσεσι χρησαμένων διαφερούσαις —οἱ μὲν γὰρ πρὸς τὸ ἀτίθασον ἀγριότητα θηρίων ἐκνικῆσαι σπουδάσαντες, οὐδὲν παραλιπόντες τῶν εἰς ὠμότητα, τοὺς ὑπηκόους ἀγεληδὸν ἱερεύοντες ἢ καὶ ζῶντας ἔτι μαγείρων τρόπον κατὰ μέρη καὶ μέλη κρεουργοῦντες ἄχρι τοῦ τὰς αὐτὰς ὑπομεῖναι συμφορὰς ὑπὸ τῆς τὰ ἀνθρώπεια ἐφορώσης δίκης οὐκ ἐπαύσαντο·