Ancient Greek · ~1 min
Section 90
Philo Judaeus, Quod omnis probus liber sit 90
Not analysed yet
οἱ δὲ τὸ παρακεκινημένον καὶ λελυττηκὸς εἰς ἑτέρας εἶδος κακίας μεθαρμοσάμενοι, πικρίαν ἄλεκτον ἐπιτηδεύσαντες, ἡσυχῇ διαλαλοῦντες, ἠρεμαιοτέρας φωνῆς ὑποκρίσει βαρύμηνι ἦθος ἐπιδεικνύμενοι, κυνῶν ἰοβόλων τρόπον προσσαίνοντες, ἀνιάτων γενόμενοι κακῶν αἴτιοι, κατὰ πόλεις μνημεῖα τῆς ἑαυτῶν ἀσεβείας καὶ μισανθρωπίας ἀπέλιπον τὰς τῶν πεπονθότων ἀλήστους συμφοράς—,