Ancient Greek · ~1 min
Section 91
Philo Judaeus, Quod omnis probus liber sit 91
Not analysed yet
ἀλλὰ γὰρ οὐδεὶς οὔτε τῶν σφόδρα ὠμοθύμων οὔτε τῶν πάνυ δολερῶν καὶ ὑπούλων ἴσχυσε τὸν λεχθέντα τῶν Ἐσσαίων ἢ ὁσίων ὅμιλον αἰτιάσασθαι, πάντες δὲ ἀσθενέστεροι τῆς τῶν ἀνδρῶν καλοκἀγαθίας γενόμενοι καθάπερ αὐτονόμοις καὶ ἐλευθέροις οὖσιν ἐκ φύσεως προσηνέχθησαν, ᾄδοντες αὐτῶν τὰ συσσίτια καὶ τὴν παντὸς λόγου κρείττονα κοινωνίαν, ἣ βίου τελείου καὶ σφόδρα εὐδαίμονός ἐστι σαφέστατον δεῖγμα.