Ancient Greek · ~1 min
Section 93
Philo Judaeus, Quod omnis probus liber sit 93
Not analysed yet
Κάλανος ἦν Ἰνδὸς γένος τῶν γυμνοσοφιστῶν· οὗτος καρτερικώτατος τῶν κατ’ αὐτὸν ἁπάντων νομισθεὶς οὐ μόνον ὑπὸ τῶν ἐγχωρίων ἀλλὰ καὶ πρὸς ἀλλοφύλων, ὃ δὴ σπανιώτατόν ἐστιν, ἐχθρῶν βασιλέων ἐθαυμάσθη, λόγοις ἐπαινετοῖς σπουδαῖα ἔργα συνυφήνας.