Ancient Greek · ~1 min
Section 94
Philo Judaeus, Quod omnis probus liber sit 94
Not analysed yet
Ἀλέξανδρος γοῦν ὁ Μακεδὼν βουλόμενος ἐπιδείξασθαι τῇ Ἑλλάδι τὴν ἐν τῇ βαρβάρῳ σοφίαν, καθάπερ ἀπ’ ἀρχετύπου γραφῆς ἀπεικόνισμα καὶ μίμημα, τὸ μὲν πρῶτον παρεκάλει Κάλανον συναποδημῆσαι, μέγιστον περιποιήσοντα κλέος ἐν ὅλῃ Ἀσίᾳ καὶ ὅλῃ Εὐρώπῃ. ὡς δ’ οὐκ ἔπειθεν, ἀναγκάσειν ἔφη συνακολουθεῖν·