Ancient Greek · ~1 min
Section 97
Philo Judaeus, Quod omnis probus liber sit 97
Not analysed yet
Ἐπὶ δὴ τοιαύταις ἀποφάσεσι καὶ γνώμαις ἆρ’ οὐκ ἄξιον τὸ Ζηνώνειον ἐπιφωνῆσαι, ὅτι „θᾶττον ἂν ἀσκὸν βαπτίσαι τις πλήρη πνεύματος ἢ βιάσαιτο τῶν σπουδαίων ὁντινοῦν ἄκοντα δρᾶσαί τι τῶν ἀβουλήτων“; ἀνένδοτος γὰρ ψυχὴ καὶ ἀήττητος, ἣν ὁ ὀρθὸς λόγος δόγμασι παγίοις ἐνεύρωσε.