Ancient Greek · ~3 min
Section 96
Philo Judaeus, Quod omnis probus liber sit 96
Not analysed yet
μηνύει δὲ ἡ πεμφθεῖσα ἐπιστολὴ τῷ βασιλεῖ· „Κάλανος Ἀλεξάνδρῳ. Φίλοι πείθουσί σε χεῖρας καὶ ἀνάγκην προσφέρειν Ἰνδῶν φιλοσόφοις οὐδ’ ἐν ὕπνοις ἑωρακότες ἡμέτερα ἔργα. σώματα μὲν γὰρ μετοίσεις ἐκ τόπου εἰς τόπον, ψυχὰς δὲ οὐκ ἀναγκάσεις ποιεῖν ἃ μὴ βούλονται μᾶλλον ἢ πλίνθους καὶ ξύλα φωνὴν ἀφεῖναι. πῦρ μεγίστους τοῖς ζῶσι σώμασι πόνους καὶ φθορὰν ἐργάζεται· τούτου ὑπεράνω ἡμεῖς γινόμεθα, ζῶντες καιόμεθα. οὐκ ἔστι βασιλεὺς οὐδὲ ἄρχων, ὃς ἀναγκάσει ἡμᾶς ποιεῖν ἃ μὴ προαιρούμεθα. Ἑλλήνων δὲ φιλοσόφοις οὐκ ἐξομοιούμεθα, ὅσοι αὐτῶν εἰς πανήγυριν λόγους ἐμελέτησαν, ἀλλὰ λόγοις ἔργα παρ’ ἡμῖν ἀκόλουθα καὶ ἔργοις λόγοι· ***βραχεῖς ἄλλην ἔχουσι δύναμιν καὶ μακαριότητα καὶ ἐλευθερίαν περιποιοῦντες. “