Ancient Greek · ~2 min
Section 99
Philo Judaeus, Quod omnis probus liber sit 99
Not analysed yet
ἴδε γοῦν οἷα παρ’ Εὐριπίδῃ φησὶν ὁ Ἡρακλῆς· "πίμπρα, κάταιθε σάρκας, ἐμπλήσθητί μου πίνων κελαινὸν αἷμα· πρόσθε γὰρ κάτω γῆς εἶσιν ἄστρα γῆ τ’ ἄνεις’ εἰς αἰθέρα, πρὶν ἐξ ἐμοῦ σοι θῶπ’ ἀπαντῆσαι λόγον. “τῷ γὰρ ὄντι θωπεία μὲν καὶ κολακεία καὶ ὑπόκρισις, ἐν οἷς λόγοι γνώμαις διαμάχονται, δουλοπρεπέστατα, τὸ δὲ ἀνόθως καὶ γνησίως ἐκ καθαροῦ τοῦ συνειδότος ἐλευθεροστομεῖν εὐγενέσιν ἁρμόττον.