Ancient Greek · ~4 min
ΦΙΛΟΔΗΜ[Ο]Υ ΠΕΡΙΜΟΥϹΙΚΗϹ Δ
Philodemus, De Musica Librorum Quae Exstant 15-3
Not analysed yet
ϲεν, εἴπερ ἄρα. καὶ μὴν οὐδὲ
παραμυθεῖϲθαι δύναται.
μουϲικὴ τὰϲ ἐν ἔρωτι δυϲ-
πραξίαϲ, λόγου γὰρ μόνου
τὸ τοιοῦτον, ἀλλ᾿ ἀνεπιβλή-
τουϲ ποιεῖ περιϲπῶϲα καθά-
περ ἀφροδείϲ[ι]α καὶ μέθη· πο-
ήματα δ᾿ εἰ προαιρεῖται, δι-
δόϲθῳ, καὶ Φιλόξενον, εἰ τοῦ-
τ᾿ ἠνίττετο, μὴ τελέωϲ ψεύ-
δεϲθαι, καθάπερ οὐδὲ Μέ-
νανδρον πο[ν]ηρ[ὸν] ὑπέκ-
καυμα πολλο[ῖ]ϲ αὐτὴν λέ-
γοντα τῷ διδόναι τινὰϲ ἀ-
φορμόϲ. ἡ μέντοι γ᾿ Ἐρατῴ,
ζητῶ, πῶϲ τὸ ϲυ[μ]βαλέϲθα[ι]
τὴν ἰδίωϲ [κ]αλουμένην
μ[ουϲ]ικὴν πρὸϲ τὴν ἐρωτι-
κὴν ἀρετὴν ἐ[ρ]ρήθη δη-
λο[ῦϲα] μ[ᾶ]λλον ἢ τὴν ποητι-
κὴν ἢ βέλτιον ἔ[τι τὴν] φι[λο]ϲο-
φίαν, [ἅ]παντα γὰρ δὴ ταῖϲ
Μ]ούϲαιϲ ἀνατέθηται· καὶ
τ[ὸ ἐπιθυμί]αν ὑποβάλλειν
ἀ[λλ᾿ ο]ὐ [τ]ὸ διαμάχεϲθαι
πρὸϲ] τὸ πάθοϲ; ϲιωπῶ γὰρ
τὸ πάϲαν ὁρμὴν κα[ὶ
ἐ]πιθυμίαν ὑπὸ τῶν πα-
λαιῶν ἔρωτα καλεῖϲθα[ι,
μ]ωρότατον δὲ τοῦτο πρὸϲ
ἀ]νάληψιν παιδείαϲ νο-
μίζε[ϲθ]αι, καὶ τὸ μὴ πάνυ
π]αρθένοιϲ πρέπειν τὸν
ὕ]ϲτε[ρ]ον μόνον ἔρωτα
πρ]οϲ[αγ]ορευόμενον· εἰ δὴ
πρ]οϲῆ[κ]ε καὶ ἀπὸ τῶν ὀνο-
μάτ]ων ἐκ[κ]ρέμαϲθαι, καὶ
το]ύτων, ἅ τιϲ ἐρωτικὸϲ ἴ-
ϲω]ϲ ἔθετο καθάπερ τἆλ-
λα] κατὰ τὰ[ϲ] ἰδίαϲ προϲ[θ]έ-
ϲειϲ], πείθεϲ[θ]αι τοιαύταϲ εἶ-
να]ι δαιμο[νί]αϲ ἢ πάντωϲ
προ]ϲονο[μ]αζομένα[ϲ]. ἀλ-