Ancient Greek · ~4 min
ΦΙΛΟΔΗΜ[Ο]Υ ΠΕΡΙΜΟΥϹΙΚΗϹ Δ
Philodemus, De Musica Librorum Quae Exstant 16-3
Not analysed yet
λὰ γὰρ ἐπεὶ πρὸϲ ἐρωτικὴν
ἀρε[τ]ὴν οὐ φαίνεθ᾿ ἡ μουϲι-
κὴ ϲυνεργοῦϲα, δῆλον ὡϲ
οὐδὲ πρὸϲ ἥν φηϲιν ο[ἰ]κείαν
αὐτῆϲ εἶναι τὴν ϲυμποτι-
κὴν καὶ τὰ ϲυμπόϲια κοινῶϲ·
ἐγὼ δ᾿ οὔτ᾿ εἶναι τὴν καλου-
μένην ϲυμποτικὴν ἀρε-
τ[ή]ν, ἀλλ’ οὐχὶ τὴν ὑπὸ τού-
τ[ω]ν πλαϲθηϲομένην ἀπὸ
φ[ρ]ονήϲεωϲ ἡγοῦμαι, τάχα
δ᾿ [ο]ὐδὲ πίπτουϲαν εἰϲ φρονί-
μ[ουϲ], οὔ[τ]ε ϲυμποϲίοιϲ ἔρω-
ταϲ ἐναρμόττ[ε]ιν ὡϲ ἂν τα-
ραχώδειϲ καὶ ἀτερπεῖϲ καὶ.
διαϲτατικοὺϲ τῶν ϲυνόν-
των ὑπ[ά]ρχονταϲ. τὴν μέν-
τοι μ]ουϲικὴν οἰκείαν μὲν
ε[ἶνα]ι ϲυμποϲίων κα[ὶ] τὰ παρ᾿
Ὁμ]ήρῳ δεόντωϲ ἐπ[ι]ϲεϲή-
μανται. διὸ δοὺϲ ἔτι δ[ὴ] καὶ
τὸ δεῖν ἀνίεϲθαι καὶ [π]αί-
ζειν ἐν αὐτοῖϲ, οὐ δώϲω τὸ
μ[η]δεμίαν εἶνα[ι] πρέπω-
δ[ε]ϲτέραν ἐλευθέρ[οι]ϲ ἄνε-
ϲιν καὶ π]αιδιὰν τοῦ τὸν
μὲν] ἄϲαι, τὸ[ν] δὲ κιθαρί-
ϲ]αι, τ[ὸ]ν [δ]ὲ χορεῦϲα[ι, ἢ τοὺϲ
ἐρ[γαζομενουϲ ἀ]μείνουϲ ε[
ναι, [καὶ κ]ατὰ μουϲικὴν
τὴν ἐ[π]᾿ ἀκουϲμάτων, οὐ τὴν
αὐ[τῶ]ν. οὐχ ὁμο[λ]ογήϲω
δ᾿ οὐδ᾿ ἐκκαλεῖϲθαι τὸ[ν] οἶ-
νο[ν] ἐξ ἀ[ν]άγκηϲ καὶ τοὺϲ
φρ[ο]ν[ί]μουϲ ἅπαντα ποι-
εῖν, ὅϲ[α] φη[ϲὶν