Ancient Greek · ~5 min
ΦΙΛΟΔΗΜ[Ο]Υ ΠΕΡΙΜΟΥϹΙΚΗϹ Δ
Philodemus, De Musica Librorum Quae Exstant 20-3
Not analysed yet
ἀγώνων
ἔτερπεν ὁ Τέρ[παν]δροϲ, τοὺϲ
δὲ Λάκωναϲ 〈μὴ〉 ἀπε[ι]θεῖν προ-
α[ι]ρουμένουϲ τῷ μαντείῳ
κα[ὶ] λόγῳ δ᾿ ἴϲω[ϲ] προαχθέν-
τ]αϲ ἀποτεθεῖϲθαι τὴν ϲτά-
ϲιν. ἀλλὰ μὴν καὶ τὸ μὲν
κα[τ]ὰ Ϲτηϲίχορον οὐκ ἀκρι-
β]ῶ[ϲ] ἱϲτο[ρεῖ]ται, τ[ὸ δ]ὲ Π[ι]νδά-
ρειον εἰ τῆϲ διχ[ον]οίαϲ ἔπαυ-
ϲεν οὐκ οἴδαμεν· εἰ δ᾿ οὖν ἑ-
κάτερον ἐγένετο, διὰ λόγων
κατεϲκευαϲμέν[ω]ν ποιη-
τικῶϲ ἔ[πε]ι[ϲ]αν, ο[ὐ] διὰ μελῶν,
ἔτι δ᾿ ἂν καθίκοντο μᾶλλον,
εἰ διὰ πεζῶν ἀπέτρεπον. οὐ
γὰρ αὐτοὺϲ ἀπεῖρ[γ]ε φόβοϲ πα-
ρανομ[ί]αϲ, καθάπερ Ϲόλωνα
περὶ Ϲαλαμῖνοϲ ὡϲ μαινό-
μένον [ϲ]υμ[β]ουλ[ε]ῦϲαί [φ]α[ϲι
δι᾿ ἐλ[ε]γείαϲ. τὸ δ᾿ ἐκ τῶν Ἐπι-
γόνων μέλοϲ —ὑπο[γ]ράφο-
μεν οὐκ [ἀ]πιθαν[ω]τέραν
ἄλλην [δ]ιάνο[ιαν], ἀλλ᾿ [ἑ]ῶ-
μεν ὡϲ οὗτοϲ [εἴ]α μετὰ
τῆϲ ἐπι[ϲ]ημ[αϲίαϲ τ]οῦ κω-
μωδογράφ[ου —μυθικ]όν ἐϲ[τ]ιν.
ὥϲτ᾿ ἐφ᾿ ἃ γράφει πε[ρὶ] τ[ῆ]ϲ εὐ-
ϲεβε[ί]αϲ μεταβάν[τε]ϲ λέγω-
μεν, ὡϲ εἰ χάριν τ[οῦ τιμ]ᾶ-
ϲθαι τὸ θεῖον διὰ [μ]ουϲικῆϲ
ὑπὸ τῶν πολλῶ[ν οἰ]κε[ί]αν
εἶναι τὴν μουϲ[ικὴν] τῆϲ εὐ-
ϲεβείαϲ οἰηϲό[μεθα, κ]α[ὶ] μα-
γειρ[κ]ὴν οἰηϲό[μ]εθ[α] κα[ὶ
ϲτεφανοπο[ [ϊ]κ[ὴν καὶ
μυρεψικὴν] καὶ ϲιτ[ο]π[οιϊ-
κὴν, ἔτι [δ]ὲ [γε]ωργίαν ο[ἰκο-
δομικὴν γραφικὴν π[λ]α-
ϲτ[ι]κὴ[ν] τὰϲ [π]λ[είϲταϲ τ]ῶ[ν] ἐρ-
γ[αϲιῶν· παραλεί]ποιτο
δ᾿ ἂν βέλτιον ὑπὸ φιλοϲό-
φων καὶ μάλιϲτα τούτων,] ἐπεὶ