Ancient Greek · ~4 min
ΦΙΛΟΔΗΜ[Ο]Υ ΠΕΡΙΜΟΥϹΙΚΗϹ Δ
Philodemus, De Musica Librorum Quae Exstant 22-2
Not analysed yet
εαν εὑρή[ϲ]ει τοιαύτηϲ εἰ καὶ
μὴ ταῦτα προϲποιουμέναϲ,
τινὰϲ δὲ καὶ βαθείαϲ, ἀλλ᾿ οὐ-
χὶ περὶ πά[ϲ]αϲ ἀξιώϲει φιλοτε-
χνεῖν. εἰ δὲ τὴν ἀπὸ φρονή-
ϲεωϲ, οὐδὲν ἐπιδείξει τὰ τῶν
μουϲικῶν πρὸϲ ταύτην
ϲυνεργοῦντα μᾶλλον ἢ τὰ
τῶν ἄλλων ἀκριβώματα.
τ[ῆ]ι δὲ κριτικῇ λέγων [π]α-
ραπληϲίαν τινὰ θεωρί-
αν ἔχειν τοὺϲ φιλομουϲοῦν-
ταϲ, οὐ μόνον ἀγνοεῖ καθό-
ϲον ὡϲ ἐμ μέλεϲι καὶ ῥυθμοῖϲ
πρέποντοϲ καὶ ἀπρεποῦϲ ὄν-
το[ϲ] καὶ καλοῦ καὶ αἰϲχροῦ
κριτικὴν αὐτῶν ἀπέλειπε
θεωρίαν, [ἀ]λλὰ καὶ καθό-
ϲον, εἴ τι τοιοῦτον ἦν, οὐχὶ
τοῖϲ φιλοϲοφοῦϲιν ἀπεδίδου
τὴν κρίϲιν, καὶ νὴ τὸν Δία
καθόϲον τὴν κριτικὴν
ἢ[ε] τι παραπλήϲιον ἔχ[ε]ιν
τὴν μουϲικὴν ἔφαϲκε[ν, ο]ὐ-
χὶ τούτο[ιϲ] ἀλλὰ [το]ῖϲ ὀνομα-
ζομένοιϲ κριτικοῖ[ϲ ϲυνε-
χῶρει. καὶ τῇ ποητ[ικῇ] δὲ
γράφων ἀνάλογο[ν εἰνα]ι
κατὰ τε τὴν μίμηϲ[ιν κ]αὶ
κατὰ τὴν ἄλλην εὕρ[ε]ϲιν
κατὰ μὲν τὴν μίμη[ϲ]ιν
οὐκ ἂν ἐπέδειξεν, κ[ατ]ὰ [δὲ
τὴν εὕρεϲιν οὐ ταύτ[ῃ μ]ᾶλ-
λον ἢ ταῖϲ ἄλλαι[ϲ τέχ]ναιϲ.
κατὰ μέν[τ]οι τὸ πλ[άττεϲ]θαι
καὶ ἀνταποδιδόναι τ[ὸ μ]έ-
λ]οϲ ἔϲτω τι παραπλήϲι[ον] αὐ-
τῆ]ϲ καὶ τῇ γραμματι[κῇ.
τί γὰρ δεῖ φ[ρ]ονε . . . . . . .