Ancient Greek · ~4 min
ΦΙΛΟΔΗΜ[Ο]Υ ΠΕΡΙΜΟΥϹΙΚΗϹ Δ
Philodemus, De Musica Librorum Quae Exstant 23-2
Not analysed yet
ὑποκρίϲει δ[ῶ]με[ν] αὐτῷ καὶ
ὑπ[ο]κριτικῇ. [λ]έγωμεν δ᾿ εἰ
ταῦτα πάντα προφανῆ τὴν
οἰκειότητ᾿ ἔχει πρὸϲ ἄγχι-
νοιαν καὶ ϲύνεϲιν, ἀναγ-
καῖον ἡμῖν ἀναφαίνεϲθαι
τὸ καὶ περὶ ἐκεῖνα φιλοτε-
χνεῖν καὶ περὶ ζω[γ]ραφίαν
καὶ πλαϲτικήν. κ[α]ὶ γὰρ αὗ-
ται πρόϲ τε ταύταϲ ἀναλο-
γίαϲ ἔχουϲι καὶ πλε[ί]ον᾿ ἄλλα
ϲυνέϲεωϲ οἰκεῖα, καὶ πολλαὶ
δ᾿ [ἄλ]λαι τῶν τεχνῶν. οἱ δὲ
περὶ τὸν Ἀρχέϲτρατον καὶ
φιλόϲοφα λέγοντεϲ εἰναι τῆϲ
μουϲικῆϲ τὰ περ[ὶ] τ[ῆ]ϲ φωνῆϲ
καὶ φθόγγου φύϲεωϲ καὶ δι-
αϲτήματοϲ καὶ τῶν ὁμοίων
ἀνυπομένητοί τινεϲ ἦϲαν,
οὐχ ὅτι μόνον εἰϲ [ἀ]λλοτρι-
ωτάτην ἐνέβαι[ν]ον θεωρί-
αν καὶ παιδαριωδῶϲ ἐ|λ]ά-
λουν ὑπὲρ αὐτῶν καὶ πρὸϲ
τὴν ἐπ[ιϲτήμην] ἀ[χρή]ϲτωϲ,
ἀλλὰ καὶ διό[τ]ι μ[όνην] ἀπε-
φήναντο μουϲ[ικ]ὴν τὴν
τούτων θεωρίαν. ἃ μέν-
τοι Διογένηϲ φ[η]ϲίν, κα[τα-
νοήϲανταϲ ἡμᾶϲ 〈τ〉ἀναγε-
γραμμένα παρ᾿ Ἡρακλεί-
δη περὶ πρέποντοϲ μέλουϲ
καὶ ἀπρεποῦϲ καὶ ἀ[ρρ]ένων
κα[ὶ] μαλακῶν ἠθῶν καὶ
πρ[άξ]εων ἁρμοττουϲῶν
κ[αὶ ἀ]ναρμόϲτων το[ῖϲ] ὑ-
π[ο]κειμένοιϲ προϲώπ[οι]ϲ,
οὐ μακρὰν ἀπηρτ[ημέ-
ν[ην τῆ]ϲ φιλοϲοφ[ίαϲ ἡγή-
ϲ[ε]ϲ[θα]ι τῷ πρὸϲ π[λεῖϲτα] ἐ-
πὶ τοῦ βίου χρηϲι[μεύειν
τὴν μουϲ[ικὴ]ν [καὶ τὴν] πε-