Ancient Greek · ~5 min
ΦΙΛΟΔΗΜ[Ο]Υ ΠΕΡΙΜΟΥϹΙΚΗϹ Δ
Philodemus, De Musica Librorum Quae Exstant 5-6
Not analysed yet
ἐπ]ωνομάϲθαι [φ]ήϲει[εν] ἄν τιϲ
καὶ ἀπὸ τοῦ θεῖν τὸ θεωρεῖν
καὶ τὸν θεατὴν [κ]αὶ τὸ θέα-
τρον]· οὐ γὰρ ἐπικοινωνεῖ τὸ
θεῖον αὐτοῖϲ μᾶλλον ἢ τὸ θεῖν·
καὶ τὰ θεάματα ϲυνάγεϲθαι
τῆϲ τιμῆϲ ἕνεκα πα[ρειλῆ-
φθαι τῶν θεῶν, ἀλλ᾿ οὐ τὴν
μουϲικὴν ἀκουϲτήν γ᾿ ὕπαρ-
χουϲαν· μᾶλλον δ᾿ ἀπὸ τοῦ
ταῖϲ ὄψεϲ[ιν] ὁρᾶν καὶ τῇ δια-
νοίᾳ προϲηγορεῦϲθαι ταῦτα.
ἐπεὶ δὲ ἀποχρώντωϲ καὶ πε-
ρὶ τοῦ διὰ μουϲικῆϲ παιδεύε-
ϲθαι λέλεκται, περὶ τῶν ἐ[γ-
κωμίων αὐτὰ ταῦτ᾿ εἴπωμεν·
ὅτι καὶ ὑπὸ τῶν ποιημάτων
ἐγίνετο, ἀλλ᾿ οὐχ ὑπὸ τῶν κατὰ
μουϲικὴν τὴν νῦν ἐξεταζο-
μένην, καὶ ὑπ᾿ ἐκείνων εὐ-
τελῶ[ϲ] καὶ ἀνοήτωϲ τοῖϲ ἐ-
παιν[ο]υμέ[ν]οιϲ· καὶ τοῦτο
καὶ τῶν ῥητορικῶν [ἐ]ϲτ[ι καὶ
καθόλου τῶν ϲυγγραφέων
κοινόν. ε[ἰ]ϲ δὲ τοὺϲ γάμο[υϲ
καὶ μάγειροι καὶ δημιο[υρ-
γοὶ παραλαμβάνονται, καὶ
τὰ ποιήματ᾿ ἐϲτίν, οὐχ ἡ μου-
ϲική, τὰ τὴν εἰρημένην ὑ-
π᾿ αὐτοῦ παρεχόμενα χρείαν
ἐν τοῖϲ ὑμεναί[οι]ϲ· καὶ βρα-
χεῖά τιϲ ἀπαρχὴ τοῦ γένουϲ
ἐγίνετο καὶ παρὰ τιϲίν, ἀλλ᾿ οὐ-
χ ἅπαϲιν, καὶ τοῖϲ γαμοῦ-
ϲιν, οὐ[χ]ὶ καὶ τοῖϲ ἄλ[λ]οιϲ, εἰ
δὴ καὶ γάμοϲ ἁπλῶϲ ἀγα-
θὸν ἂν λέγοιτο. νῦν δ[ὲ] δὴ
ϲχεδὸν καὶ παντάπ[α]ϲι κα-
ταλελυμένων τῶ[ν] ἐπιθα-
λαμ[ί]ων [ὅτι] τοὔλαττον ἔχο-
μεν οὐκ [ἄ]ν τιϲ ἀποδώη.
καὶ μὴν [τό] γε ἐρωτικὸν πά-
θο[ϲ οὔθ᾿] ὅϲιον ἀλλ[ὰ . . .