Ancient Greek
Column 10
Philodemus, P.Herc. 1008 10
Not analysed yet
ἵνα μὴ ἀ τιμάζειν δοκῇ μὴ φιλοφρ ονῶν ἢ μὴ φιλοπιστευόμενος ἢ μὴ δι' ἐντεύξεως εὐχαριστῶν, θᾶττον τὴν ἐλάττωσιν ἐμφανίζει ν καὶ συγγνώμην αἰτεῖσθαι, μάλιστα δὲ ἀεί τινας ἔχειν φίλους μεθ' αὑτοῦ, οἳ πιστεύο νται. Ἀρίστων τοί νυν γεγ ρ αφῶς περὶ τοῦ κο υφίζειν ὑπερηφανίας ἐπισ τολὴν διον μὲν ἔπαθ εν τῶν δ ιὰ τύχην ὑπερηφά νων θιγὼν μόνον. Οὐ μόνον δ' ἀ π' αὐτ ῆς ταύτης ὑπερηφα νούντων, ἀλλὰ καὶ δι' ἃ προείπ αμεν ἡμεῖς καὶ δὴ καὶ δι' αὐτὴν φιλοσοφίαν πολλῶν δοξάντων, ὡς Ἡρακλείτου καὶ Πυθαγόρου καὶ Ἐμπεδοκλέους καὶ Σωκράτους καὶ ποιητῶν ἐνίων, οὓς οἱ παλαιοὶ τῶν κωμωιδογράφων ἐπεράπιζον, ἀλλ' ὅμως εἴ τινα πείσει, καθάπερ οὐκ ἂν ἀπεοικότως τινὰ πείσειεν περὶ ὧν π ρ οείλετο, κεφαλαιώσομαι τὰς δυνάμεις αὐτῶν. Ἐὰν ποτε συναισθάνηται μετεωριζόμ ε ν ος, μεταρίπτειν τὴν διάνοι αν ἐπὶ τὰς ἔμπροσθε ταπεινώσεις ὑπὸ τῆς τύχης, εἴποτε γεγόνασιν