Ancient Greek · ~3 min
Column 9
Philodemus, P.Herc. 1008 9
Not analysed yet
μηδὲ τῶν ἄλλων ἀνθρώ πων ἐξευτελιστὴν μηδ' ἑαυτοῦ θαυμαστὴν καὶ μάλιστα ἐπὶ τοῖς ἐκ τυχῆς· μηδ' ἐξηλλαγμένον ἐν μηδενὶ φαίνεσθαι· μηδὲ δυσπρόσδεκτον εἰς οἰκίαν καὶ ὁμιλίαν καὶ τῶν λοιπῶν μετάδοσιν· μη δὲ ἀναξίους ἀποφαίνειν ἑαυτοῦ πάντας καὶ ταττν ω ἀκούειν δυνάμεως θε ὠφελίας τε ἐνίων εὐτσ νέναι καὶ εὐχαριστεῖν ἐπ' αὐταῖς, ἀλλ ὰ μὴ καταξιοῦν ἐκ είνους μέγα νομίζειν, ὅτι προσδέδεκταί τι παρ' αὐτῶν· κἂν χρείαν τινὸς ποιῆται μείζονος, αὐτὸν θεραπεύειν, ὅποτ' ἂν ἁνδάνηι, μὴ θεραπεύεσθαι ζητεῖν· πρόνοιαν δ' ἔχειν καὶ περὶ τῶν οἰκετῶν καὶ τῶν ὑπηρετούντων ἐλευθέρων ἢ συνόντων ἄλλων· ἐνίοτε γὰρ οὗτοι τῆς φαντασίας αἴτιοι γίνονται προσαγγέλλειν οὐ θέλοντες ἢ σκορακίζοντ ες ἤ τι τοιοῦτον ἐπιλέγοντες· καὶ οὐκ εὐχερές ἐστι τὸ πείθειν, ὡς οὐκ ἐκεῖνος αἴτιος, ἂν καὶ συναίσθηται τὸ γινόμενον