Ancient Greek · ~4 min
Column 15
Philodemus, P.Herc. 1008 15
Not analysed yet
δο φων συντεοις οὐδὲ δι' ὧν προσήκει, τὸ δὲ καὶ ἐπὶ τοῖς μὴ πρὸς ἡμᾶς ἀτιμάζει· καὶ νὴ Δί' ὡς ἄδκικον διὰ τοῦ ταπεινοῦν ἑτέρους ἑαυτὸν μετεωρίζειν, ἀλλὰ μὴ διὰ τῆς οἰκείας ὑπεροχῆς· διὸ καὶ Λύσανδρος Ἀγησιλάωι καταστήσαντι κρεωδαίτην ἑαυτὸν Ἠπίστασό γε σὺ τοὺς φίλους εἶπεν ἐλάττους ποιεῖν. —καὶ πολλάκις ἑαυτὸν ἐπερωτᾶν· Τί με τὸ γαυριᾶν ποιοῦν καὶ ὑπερηφανεῖν; ὅτι κερμάτια κέκτημαι πλείονα; ἀλλ' ὅτι νο μίζομαι τῶν εὐγενῶν ἤτοι στρατηγούντων καὶ τιμωμένων ἐνιαυσίαι περιβολῆι χλαμύδος; εὑρήσει γὰρ ταπεινὸν ἕκαστον καὶ τὴν ἐπ' αὐτῶι καύχησιν ἀνάγωγον. —καὶ διαιρε ῖ ν μεγαλοψυχίαν ὑπερηφανίας, ἀλλὰ μὴ συμφύρειν ὡς ἓν καὶ ταὐτόν· διαφέρει γὰρ ὅσον καὶ ἐπὶ τοῦ σώματος οἰδήσεως εὐεξία, καὶ ἔστιν τοῦ μὲν μεγαλοψύχου τὸ καταφρονεῖν τῶν τυχηρῶν ὑπερέχοντα τῶι τῆς ψυχῆς ὄγκωι, τοῦ δ' ὑπερηφάνου τὸ διὰ κουφότητα ταύτης ἐκπνευματούμενον ὑπὸ κτήσεως ὑπερορᾶν ἑτέρους. —καὶ λογίζεσθαι, διότι ζῷα μὲν οὐκ ἀτιμάζει τὰ τυχόντα συ ν τρεφόμενος αὐτοῖς, οἷον ἵπποις καὶ κυσὶν καὶ τοῖς ὁμοίοις, ἄνθρωπον δὲ τὸ τηλικούτωι διαφέρον καὶ συμφυλότατον αὑτῶι, διότι κεκόσμηται