Ancient Greek
Column 16
Philodemus, P.Herc. 1008 16
Not analysed yet
νται χρονισθείσης ὑ περηφανίας. —καὶ φοβεῖσθ α ι τὴν ὑπὸ πλειόνων α ὑτοῦ μειζόνων καθυπερηφανίαν δικαιότατα γενησομένην, καὶ μ ήποθ' οὓς ὑπερορᾷ τις ἐπὶ τούτους αὐτὸν ἡ τύχη ποιήσηι καταφεύγειν, ὃ γέγονε πολλάκις ἤδη καὶ πόλεσι καὶ ἀνθρώποις, οὓς εἰ μὲν ὁμοίους εὑρίσκοι, περιορῷτ' ἂν εὐλόγως, εἰ δὲ μετρίους, ὑπὸ τῆς ἐκείνων εὐγνωμοσύνης μᾶλλον ἁμαρτάνων ἐξελέγχοιτ' ἄν. —ἐννοεῖν δ', ὅτι καὶ εἰς μωρίαν ἐνίοτε τὸ νόσημα περιίστησιν ἢ μανίαν, εἰ μὴ τὰ Ξέρξου τῶν δυεῖν οὐκ ἔχεται ἢ θἀτέρου, τὸ ζευγνύειν τὸν Ἑλλήσποντον καὶ καθιέναι πέδας εἰς τὴν θάλατταν καὶ τἆλλα ποιεῖν ἃ περὶ αὐτοῦ λέγουσιν· ἢ τὸ θεοὺς ἐξ ἀνθρώπων ἑαυτοὺς γεγονέναι δοκεῖν καὶ τἆλλ' ὅσα γίνεται περὶ τοὺς ἀνέδην ὑπερηφανοῦντας. —τοσαῦτα μὲν οὖν ἱκανὰ καὶ περὶ τούτων ἐπειπεῖν· ὁ δ' αὐθάδης λεγόμενος ἔοικε μὲν εἶναι μεικτὸς ἐξ οἰήσεως καὶ ὑπερηφανίας καὶ ὑπεροψίας, μετέχων δὲ καὶ πολλῆς εἰκαιότητος. Τοιοῦτος γάρ ἐστιν, φησὶν ο Ἀρίστων, οἷος ἐν τῆι μάκτραι θερμὸν ἢ ψυχρὸν αἰτεῖν μὴ προανακρ ί ν ας τὸν συμβεβηκότ', εἰ κἀκείνῳ συναρέσκει, καὶ