Ancient Greek
Column 18
Philodemus, P.Herc. 1008 18
Not analysed yet
πραττε τελεῖν καὶ μ ὴ ἐπιτεθυμηκέναι γενέσθαι φάσκειν· καὶ μὴ δυσωπεῖσθαι τοὔνομα καλούμενος ὡς αὐθέκαστος, ἀλλὰ καὶ ἔτι παιδάρια λέγειν εἶναι τοὺς ὡς παιδαγωγοῖς ἄλλοις προσανατιθεμένους· καὶ μόνος ἔχειν πώγωνα καὶ πολιάς· καὶ ζῆν δυνήσεσθαι γενόμενος ἐν ἐρημίαι. Τούτου δ' ἔτι χείρων ἐστὶν ὁ παντειδήμων ἀναπεπεικὼς ἑαυτόν, ὅτι πάντα γινώσκει, τὰ μὲν μαθὼν παρὰ τῶν μάλιστ' ἐπισταμένων, τὰ δ' ἰδὼν ποιοῦντας μόνον, τὰ δ' αὐτὸς ἐπινοήσας ἀφ' αὑτοῦ· κἄστι τοιοῦτος οὐ μόνον οἷον Ἱππίαν τὸν Ἠλεῖον ἱστορεῖ Πλάτων, ὅσα περὶ τὸ σῶ μ' εἶχεν, αὑτῶι πεποιηκέναι λέγειν, ἀλλὰ καὶ κατασκε υάζ ειν οἰκίαν καὶ πλοῖον δι' αὑτοῦ καὶ χωρὶς ἀρχιτέκτονος· καὶ γράφειν συνθήκας ἑαυτῶι δεομένας ἐμπειρίας νομικῆς· καὶ δούλους ἰδίους ἰατρ εύε ιν, μὴ μόνον ἑαυτὸν, ἐπιχειρεῖν δὲ καὶ ἄλλους· καὶ φυτεύειν καὶ φορτίζεσθαι τὰ μάλισθ' ὑπὸ τῶν τεχνικωτάτων κατορθούμενα· καὶ ναυαγῶν ἐν ἅπασι μηδ' οὕτω παύεσθαι τῆς ἀποπληξίας· οἷος δὲ καὶ τ ῶν μαθημάτων ἀντιποιούμενος πά ντων ἀσχημονεῖν· καὶ τοὺς καταγελῶντας ἀπείρους λέγειν