Ancient Greek
Column 17
Philodemus, P.Herc. 1008 17
Not analysed yet
παῖδα πριάμενος μηδὲ τοὔνομα προσερωτῆσαι μήτ' αὐτὸς θέσθαι, καλεῖν δὲ παῖδα κ αὶ μηθὲν ἄλλο, καὶ τὸν συναλείψαντα μὴ ἀντισυναλείφειν· καὶ ξενισθεὶς μὴ ἀντιξενίσαι· καὶ θύραν ἀλλοτρίαν κόπτων, ἐπερωτήσαντος, τίς ἐστιν, μηδὲν ἀποκρίνεσθαι, μέχρι ἂν ἐξέλθηι· καὶ ἀρ ρωστοῦντ' αὐτὸν ἐπισκεπτομένου φίλου μὴ λέγειν πῶς ἔχει, μηδ' αὐτὸς ἐπισκεπτόμενός τινα τοιοῦτό τι προσεπερωτῆ σαι· καὶ γράφων ἐπιστολὴν τὸ χαίρειν μὴ προσγράψαι μηδ' ἐρρῶσθαι τελευταῖον. Ὁ δ' αὐθέκαστος οὐ πάνυ μὲν εἰκαῖός ἐσ τιν οὐδ' ἄλογος ὥσπερ ὁ αὐθάδης, δι' οἴησιν δὲ τοῦ μόνος φρονεῖν ἰδιογνωμονῶν καὶ πειθόμενος ἐν ἅπασιν κατορθώσειν, ἁμαρτήσεσθαι δ', ἂν ἑτέρου κρίσει προσχρήσηται, μετέχων δὲ καὶ ὑπερηφανίας· οἷος μηδενὶ προσαναθέμενος ἀποδημεῖν, ἀγοράζειν, πωλεῖν, ἀρχὴν μετιέναι, τἆλλα συντελεῖν· κἂν προσερωτήσῃ τις, τί μέλλει ποιεῖν· οἶδ' ἐγώ λέγειν· κἂν μέμφηταί τις, ὑ πομειδιῶν· Ἐμὲ σύ; καὶ παρακληθεὶς ἐπὶ συνεδρείαν βουλευομένω ι μὴ βούλεσθαι τὸ δοκοῦν εἰπεῖν, εἰ μὴ τοῦτο μέλλει πράττειν· καὶ πάντ', ἐν ὅσοις ἀποτέτευχε,