Ancient Greek · ~4 min
Column 5
Philodemus, P.Herc. 1008 5
Not analysed yet
ὅτι πολὺ βέλτιον ἔζησάν τε καὶ τ ὴν ἀρχὴν διέσωσαν· καὶ διότι μέγα φρονεῖν ἐπὶ τούτοις οὐκ ἄξιον, ἀλλ' ἐπὶ τῶι φέρειν ἀσολοίκως αὐτὰ καὶ δεξιῶς, ὅπερ οὐ ποι ῶ ν οὐκ ἀξίως ἔχειν φαίνεται· κἄν ἐπιλάβητα ί τιν oς ἐξουσίας, ὑποπτεύεται γενήσεσθαι πα γκάκι στος, ὥστε μικρὸν ἔργον συνεργῶν αχθ ουρν τοις· ἂν μὲν ηδυνατὸς ετησυ ὑπὸ τῶν τοιούτων οὐ δοκεῖ στε νεῖσθαι τα καὶ ἐν τῆι διαθέσει φοβοῦμαι, μήποτ' οὐ καὶ μεταθέσεως δεηθῇ τις, οὐχ ὅτι καὶ τῆς ἐνε ἐπανορθώσεως, ὥ στε καὶ σοφὸς γενέσθαι· τὸ γὰρ ἀφρονεῖν τοῖς διὰ τύχην ὑπ ε ρ ηφανοῦσι γίνεται· τεθαυμακὼς δέ τις οὕτω τὰ τοιαῦτα μήκιστον ἀπέχει τοῦ καταφρονῆσαί ποτε αὐτῶν καὶ πεισθῆναι τοῖς κατ' αὐτῶν· ἅμα δ' οὐδὲ διδάσκοντα ς ἀνάσχοιτ' ἄν, οὐχ ὅτι τοὺς μέχρι τοῦ σοφοῦ· κα ὶ τὰ πράγματα μέντοι μεμαρτύρηκεν, ὅτι τ ὸν κατ ὰ πολὺ τῆς τε