Ancient Greek · ~4 min
Column 24
Philodemus, P.Herc. 1050 24
Not analysed yet
ἐγγόνων, καὶ συντελούντων ἃ προείπαμεν τούτων ἤ τινων ὀθνείων ἢ μηδένων ἁπλῶς, οὐδὲν ἔσται πρὸς ἡμᾶς μᾶλλον ἢ κατὰ τοὺς ἐπὶ Φορωνέως γεγονότας. εἰ μὴ νὴ Δία κατὰ τοῦτο λυπηρόν ἐστιν ἄπαιδ ος καταστροφή, διότι τοῖς κληρονόμοις ἔσται τὰ πονηθέντα, καθάπερ οὐχὶ πολλάκις ἅπασιν καταλείπειν ἡδίονος ὄντος ἤ τισιν τέκνοις. χωρὶς τοῦ μηδὲ φαύλους εἶναι μηδ' ἀναξίους ἐνίοτε τοὺς κληρονομήσοντας, ἐὰν δ' ὦσιν πονηροί, προφυλάξασθαι δυνατόν ἐστιν κα ὶ σπουδαίοις καὶ φίλοις ἀπολεί πειν, εἰ δέ τις οὐκ ἔχει, διὰ το ῦτ' ἐστὶν οἰ κτρός, οὐχ ὅτι χη ρ ωσται οικακ αυλ νθ δ ι ότι δ' ἀπολε οτημ περιουσί ας εἰς ἀκρότητα σπάνεωςκες εστα ροσας ὁποιο μείζους ἵνα ν νγ τιν ἐπὶ τὸ ζώντ ω ν χειη ἡμῶν οτο κα τουκα λ αεκ ρητοιση φρονοῦσιν ουπ ασχειν ουμε ν δὲ καὶ πονηροις οὖσι τοῖς κληρονόμο ις πρὸς κακοῦ γενήσεται πλοῦτος, εἰ δὲ μή γε, τοῖς ὅλοις οὐδὲν ὄφελος ἐποίσει. τοῖς δ' αὐτὸ τοῦτο κατοδυρομένοις, ὅτι κυριεύσουσι τῶν ἑαυ τ ῶν οὓς οὐ θέλουσιν, ἔξεσται καὶ τέκνων ὑπαρχόντων καταθρηνεῖν, ἐπειδὴ καὶ τύχη γε, πάντων δυνάστις ἀνθρώπων, οἵ