Ancient Greek
Column 29
Philodemus, P.Herc. 1050 29
Not analysed yet
πον ἐν ταῖς παρατάξεσιν ἀπόλλυνται. θαυμαστὸν δ' εἰ καὶ τοὺς ἐν παρατάξει μόνον ἀποθνήσκοντας ὑπόλαμβάνουσιν οἱ μεταγενέστεροι λαμπρόν τι πεπραχέναι, Θεμιστοκλέα δέ, ὅν φησι Θουκυδίδης νόσωι τελευτῆσαι, καὶ Περικλέα καὶ μυρίους ἄλλους τῶν ἀοιδίμων οὐ νομίζουσιν, καὶ φυσικωτέρως ἐζηκότας Ἐπίκουρον καὶ Μητρόδωρον, ἀλλὰ δὴ καὶ τοὺς πλείστους τῶν φιλοσόφων οὐ πείθονται πάντες οἱ νοῦν καὶ φρένας ἔχοντες, ἀμυθήτων ὅσων ἀγνοουμένων ὡς ἀπέθανον καίτοι λαμπρῶς ἐν μάχαις ἀποθανόντων. ἐγὼ μὲν γὰρ οἶμαι ταὐτοῦ πάντως εἶναι τὸ καλῶς ἐν νόσοις τελευτᾶν καὶ μαχόμενον τοῖς πολεμίοις καὶ καθ' ἑκούσιον τρόπον κ διε ποιητικοῦ με ἀποπληξίας εὐχαριστ εηνσμεν ρ οὐδὲ π ερὶ τῆς α νεωονταυ αναυ ταωσ τα νοισ μέγιστον ἡγου τῆς δ' αὐτῆς φλεδόνος ἔχεται κατὰ Δημόκριτον καὶ τὸ δυσωπεῖσθαι διὰ τὴν οσοανυ νιτου ασ καὶ δυσμορφίας· καταφέρονται γὰρ ἐπὶ το ιοῦτο πάθος ὡς καὶ τῶν μετὰ τῆς εὐσαρκίας καὶ τοῦ κάλλους ἀποθνησκόντων καὶ τῶν ἐκ των τ νο ουτ νδ ων καὶ ερ εὐχρόων δὲ τὰ π τελευτὴν ο οις ἢ δυσχρηστηθησομενατατεν,