Ancient Greek
Column 30
Philodemus, P.Herc. 1050 30
Not analysed yet
γόμενα, καὶ παραπέμπουσιν ὅτι π άντες ἅμα τοῖς ὠς Μίλων εὐσάρκοις ὀλίγου μὲν χρόνου σκελετοὶ γίνονται, τὸ δὲ πέρας εἰς τὰς πρώτας ἀναλύονται φύσεις· ὑπακουστέον δὲ δηλονότι τὰ τοῖς εἰρημένοις ἀνάλογα καὶ περὶ τῆς κακοχροίας καὶ συνόλως τῆς δυσμορφίας. κενότατον τοίνυν ἐστὶν τὸ λυπεῖσθαι προορωμένους τὴν οὐ πολυτελῆ ταφὴν καὶ περίβλεπτον ἀλλὰ λιτὴν καὶ προστυχοῦσαν· καταφερομένων γάρ ἐστιν ὠς ἂ ν καθ' Ἅιδ ο υ διαμενούντων τοῖς μὲν τῶν πολυτελῶν, τοῖς δὲ τῶν τυχόντων, καὶ τοῖς μὲν ἐπιφανείας ἐσομένης, τοῖς δ' ἀδοξίας, λήθηι τ ε τοῦ πάντας ἁπλῶς ἀναισθητεῖν, μᾶλλον δὲ μηδ' εἶναι, καὶ τοῦ τῶν εἰς τὰς ταφὰς τὰ μὲν αὐτόθεν κατακάεσθαι, τὰ δὲ συνταφέντα κονιορτ ωι ζῆν μακάριος αλεγ ει ἄθλιον· οὔτε γὰρ ἅπα ντες εὐδαιμονίζουσιν οὐδ' ἀποδέχονται τ ἀ λλὰ πολ ψέγουσινπαε πε πονθόθων αμητ πρώην ωι λαμπρῶς ἢ λιτῶς ἐξενεχθέντας ἢ ταφέ ντας ἐπί στανται καὶ διαμνημονεύουσιν, οὔτ' ἂν ἅπαντες ὑμνῶσιν ἢ ψέγωσιν, ὁ μηκέτ' ὢν ἐπαισθ μη δ' ἐπι γένημα βα τοδαθ γειν ἐστὶν εἰ μὴ βέλτιον ἔζησεν Ἡφαιστίων Ἐπικούρου