Ancient Greek
Column 33
Philodemus, P.Herc. 1050 33
Not analysed yet
θὲν ἔχει τοῦ γῆι κεκρυμμένον ὑπ' εὐλῶν καὶ σκωλήκων ἢ κείμενον ἐπὶ γῆς ὑπὸ πυρός, ὅταν γε μήτ' ἐκείνων μήτε τούτων αἴσθησις ἦι τῶι λειψάνωι, τί δεῖ διαφέρεσθαι; μάταιον δὲ καὶ τὸ πυργοῦν ἐν πελάγει λέγοντα καὶ τῶι Λιβυκῶι· δεῖ γὰρ ὑπὸ τριῶν ἢ τεττάρων ἀποπνιγῆναι βρόχθων, ὃ κἂν ἐν πυέλωι γένηται. πῶς δ' οὐκ ἀστόχως ὀ λέγων Ὀδυσσεὺς τρὶς μάκαρες Δαναοὶ καὶ τετράκις οἳ τότ' ὄλοντο Τροίηι 'ν εὐρείηι χάριν Ἀτρείδηισι φέροντες, ὡς καὶ ἐγὼν ὄφελον θανέειν, νῦν δέ με λευγαλέωι θανάτωι εἴμαρτο ἁλῶναι δυσπότμους ἐνόμιζεν τοὺς ἐν ταῖς ναυμαχίαις περὶ τῆς πατρίδος ἀποθανόντας, ὡς τοὺς ἐπ' Ἀρτεμισίωι κα ὶ Σαλαμῖνι καὶ τοὺς ὕστερον καὶ μεθ' ἡμᾶς ταῦτ α πεισομένους; ο ὐ γὰρ ἧττόν τι ῥέζουσι καὶ ἐσσομένοι σ ι πυθέσθαι τῶν ἐν Πλαταιαῖς καὶ ταῖς ἄλλαις πεζομαχίαις, ἐπειδὴ κἀκείνων πλ είους οἰωνόβροτοι καὶ κυνόβροτοι γε γόνασι καὶ γενήσονται. τί γὰρ δεῖ λέ γειν τοὺς ἀπὸ φιλομα θίας ἐπανάγον τας ἢ τοὺς ἕνεκα συνήθων πλέοντας σοφοὺς; ἐκείνους μέντοι νὴ τὸν Δία καὶ ψέγειν καὶ κακοδαιμονίζειν φυσικόν ἐσ τι, τοὺς δι ὰ φιλοκερδίαν τὸν ἅπαντα βίον ἐπικυματιζομένους καὶ διὰ τοῦτό ποτε βυθιζομένους· ἀλλὰ τὸ ζῆν οἰκτρόν ἐστι ν αὐτῶν, οὐχ ὁ θάνατος, ὅτ' οὐκ εἰσί ν· τῶν δὲ δι' ἀ ναγκαίας μὲν χρείας πλεόντων, τύχηι δὲ ἀβουλήτωι συνκυρ η σάντων, οὐδέτερον, ἄλλως τε μηδ' ἐξ ἀνάγκης τοῦ καταστρέφειν ἐν θαλ ά ττηι πόνους ἰσχυροτέρους ἐπιφέροντος. πάλιν δὴ συνγ νωστὸν ἂν δόξειεν