Ancient Greek · ~6 min
Column 32
Philodemus, P.Herc. 1050 32
Not analysed yet
τως, οὐκ ἐπὶ τοῖς μετὰ τὴν τελευτὴν. ὅταν δέ τις εὖ τε βεβιωκὼς ἦι καὶ φίλοις ἀξίοις ἑαυτοῦ κεχρημένος, ὑπὸ δὲ τύχης ἢ πονηρίας ἀνθρώπων κεκωλυμένος τῶν νομιζομένων τυχεῖν, οὐδ' ἐλαχίστηι συνέξεται λύπηι, τὸ μηδ' ἔσεσθαι πρὸς ἑαυτὸν λογιζόμενος· ὧι γὰρ ἐπιγίνεται τὸ λυπηρόν, οὐκ ἔσχεν, ἀλλὰ τοὐναντίον πᾶν. οὐδὲ γὰρ τὸ ψέγειν τινὰς ἢ ταλαιπωρίζειν ὑποπεσεῖτ' αὐτῶι· τῶν γὰρ εὐλογίστων οὐδὲ εἷς συνάπτει τι τοιοῦτο, τῶν δὲ συναπτόντων οὐδ' ἐν τῶι ζῆν ἐπιστρεπτέον, οὐχ ὅτι καθ' ὃν χρόνον ουδ' ἐπαισθανόμεθ' αὐτῶν οὐδ' ὅλως ἐσμέν· ἀλλὰ δὴ καὶ μυρίοι τῶν καὶ μεγαλοπρεπῶν καὶ πλουσίων καὶ δυναστῶν ταφῆς οὐκ ἔτυχον, ο ὓς ουδεὶς καταμέμφετα ι καὶ ταλαιπωρίζει φρένας ἔχων ἀγαθάς. τ ίς γὰρ δὴ καὶ διε ιλημμένως ἐπιστήσας ὑπολήψεται παραλλαγὴν ἐλαχίστην ἔχειν, ο ὐ χ ὅτι κ αὶ μεγάλην, ἢ ὑπὲρ γῆν ἢ ὑπὸ γῆν ἀναισθητεῖν, ἢ τίς, ἂν καὶ μετὰ ταῦτα διά τινος αἰτίας γυμ νωθῆι τὰ λείψανά τιν ος, ὃ πολλάκις ο ἴδαμεν γεγο νός, οἰκτρὸν ἡγήσεται τὸν οὐκ ὄντα; τίς δ' οὐκ ἂν πεισθείη καὶτοὺς περιεσταλμένους καὶ τοὺς ἀτάφους εἰς ἅ ποτε νομίζει στοιχεῖα πάντας ἀναλυθήσεσθαι; κενὸν τοίνυν καὶ τὸ τὴν ἐν θαλάττηι πεφρικέ ναι καταστροφὴν μᾶλλον ἢ τὴν ἐν λιμνίωι καὶ ποταμῶι, τό τε κα ὶ ταύτην φοβε ῖσθαι μᾶλλον ἢ τὴν ὑπ' ἀκράτου. καὶ τοῦτο γὰρ ὑγρόν, τό δ' ὑπ' ἰχθ ύων κατα βρω θῆναι χεῖρον ε μ η