Ancient Greek
Column 36
Philodemus, P.Herc. 1050 36
Not analysed yet
ρήσηι τοὺς ἐγνωκότας ἀνειρηκυίαι, τοῖς ὅλοις οὐδὲν ἐλλείψει· χρεάα γ ὰρ ἔσχομεν τῶν συνεκπτωμάτων οὐχ ἕνεκεν αὐτῶν, ἀλλὰ τῆς εὐδοκουμένης ζωῆς ἧι πέφυκεν ἐπιγίνεσθαι· διόπερ ἂν ἐκείνη συντελεσθῆι, τοῦ μηδὲν πρὸς ἡμᾶς οὐδ' ἐννοουμένου γενήσεται φροντίς. οἱ δ' ἐοίκασιν ὀδυνηρὸν ἡγεῖσθαι τὸ μετὰ τὴν ζωὴν ἀμνημόνευτον, ἡνίκ' οὐκ εἰσίν, ἐπὶ τὴν ἐν τῶι ζῆν ἀφροντιστίαν ὑπ' ἀνθρώπων καταφερόμενοι. ληροῦσι δ' ἄλλως καὶ τὴν ἐφ' οἷς δήποτε θαυμαζομένοις ὑπ' ἀνθρώπων μνήμην εὐδαιμονίζοντες ἥτις ἐπακολουθεῖ ζωαῖς ταλαιπώροις, ἀλλ' οὐ μόνην τὴν ἐφ' οἷς ἀπέλαυέν τις ἀγαθοῖς. ἀλλὰ μὴν εἰ συμφορὰ τὸ μὴ μνημονεύεσθαι, τοὺς πλείστους ἡγητέον οἰκτροὺ ς γεγονέναι τῶν ὑπαρξάντων ἀφ' οὗ παρ' ἰσοχρόνοις μνήμης ἠξιώθη τι συνυπάρχον, ἅπαντας δὲ το ὺς προτέρο υς, ἐπειδήπερ οὐδεὶς οὐδὲ ἱστόρησεν ὑ πὲρ α ὐτῶν· οὐκ ἂν φθάνο ιμεν δὲ καὶ πάντ ας ἁπλ ῶς τοὺς γεγονό τ ας κ αὶ τοὺς γενησομένο υς ἐν τῶι κόσμωι, φθ αρέντ ος γὰρ οὐδεὶς μνημονευθ ή σεται. μὴ γὰρ ἀλλὰ τῶι κακῶς βιώσαντι, κἂν πάντες αὐτὸν ὑπονοῶσ ιν οἱ μεταγενέστεροι μακαρίως ἐζεκέναι, ποῦ κ εκουφικὼς ἔσται τῆς ἀθλίας ζωῆ ς, οὐ κ ἔστιν ἐπινοῆσαι. τὰ δ' ἀνάλογα χρὴ διειληφέναι καὶ περὶ τοῦ διότι δυσφημεῖσθαι μέλλει λυπουμένου τούτοις τε καὶ τοῖς ὑπὲρ τῶν βιαίως ἀποθν η σκόντων εἰρημένοις, καὶ περὶ τοῦ θρ ην οῦντος ὅτι τοὺς κλαυσομένους οὐ κ ἔσ χεν καὶ τοὺς ἐπιζητήσοντας. εἰσὶν δ έ τινες καὶ παραπλήσιοι τούτοις α παν κα τ α ε καὶ