Ancient Greek
Column 37
Philodemus, P.Herc. 1050 37
Not analysed yet
ἄπολιν καὶ ἄσημον, ὡς τελευτῶν λυπούμενος πρίν, εἰ δυνατὸν εἴη, ταῦτ' ἀναμαχέσασθαι, καὶ καθ' ἕκαστον χρόνον εἰ τοῦτ' ἐπιδὼν γενόμενον ἀπέθνησκεν οὐκ ἂν ἐπεστρεφόμην τῆς τελευτῆς λέγων, κἄν, εἰ θέλει τις, ὁ μετ' ὀλοφυρμοῦ βοῶν ἐγὼ μὲν ἐκ τῶν ζώντων αἴρομαι καὶ πολλάκις ἀγαθὰ τοσαῦτ' ἔχων καὶ δυνάμενος ἀπολαύειν, ὁ δεῖνα δὲ καὶ ὁ δεῖνα περιέσται· καὶ γὰρ βλέπεται δι' ὧν ὁ μὲν τεύξεται παραμυθίας, ὁ δ' οὐδὲ προσφωνήσεως ἀξιωθήσεται. συνελόντι δ' εἰπεῖν, ἀνειρημένων τῶν μάλιστα λυπεῖν εἰθισμένων, οὐδὲν κατεπείγει τὰς τῶν παντοδαπῶς ἀδημονούντων καὶ ῥιπταζομένων προφάσεις ἐκπεριοδεύειν, εἰ καὶ κατὰ τὸ παραπίπτον ἀξιοῦνται λόγου. τὸ τοίνυν συναρπάζεσθαι θανάτου προσπίπτοντος, ὡς ἀπροσδοκήτου τινὸς καὶ παραδόξου συναντῶντος, ἠλίθιον μέν ἐσ τ ι, γίνεται δὲ περὶ τοὺς πλείστους, ἀγνοοῦντας ὅτι πᾶς ἄνθρωπος, κἂν ἰσχυρότερος ἧι τῶν Γιγάντων, ἐφήμερός ἐστι πρὸς ζωὴν καὶ τελευτὴν, καὶ ἄδηλόν ἐσ τ ιν οὐ τὸ αὔριον μόνον, ἀλλὰ καὶ τὸ αὐτίκα δή· πάντες γὰρ ἀτείχιστον π ό λ ι ν πρὸς θάνατον οἰκοῦμεν, καὶ πάντα γέμει ποιητικῶν αὐτοῦ παρά τε τὴν φυσικὴν σύστασιν, ἡμῶν οὕτως ἀσθενῶν ὄντων καὶ τῆς ψυχῆς ἑτοιμοτάτους πόρους εἰς ἐκπνοὴν ἐχούσης, καὶ τοῦ περίεχοντος ἅμα τῆι τύχηι διακρίσεως ἡμῶν ἀμύθητα γεννῶντος καὶ πολλάκις ἅμα νοήματι, καὶ πονηρίας ἀνθρώπων, καὶ ταῦτα καὶ παρ' αὐτούς, δυστόπαστα καὶ πάμπολλ' ὅσα προσεπεισφορούσης, ὥστ', εἰ μή τίς ἐστιν εὐτελέστατος, ἄλογον ἡγεῖσθαι καὶ παράδοξον οὐ