Ancient Greek · ~3 min
Column 39
Philodemus, P.Herc. 1050 39
Not analysed yet
δυνησομένων. καίτοι τὰ πάθη ταῦτα διαφέρειν οὐκ ἄν τις εἴπειε τοῦ νομίζειν ὑάλινα καὶ κεραμεᾶ σκεύη συνκρούοντα παμπόλλους χρόνους ἀδαμαντίνοις ἀκάτακτα διαμένειν. ἀλλ' ἐοίκασι διὰ τὸ φιλόζωον ἐκ τοῦ πεφρικέναι τὸν θάνατον, οὐ διὰ τὸ βιοῦν ἡδέως, καὶ τὰς ἐπιβολὰς τὰς ἐπ' αὐτὸν ἐξωθεῖν, εἶθ' ὅταν ἐναργὴς αὐτοῦ γένηται θεωρία, παράδοξος αὐτοῖς ὑποπίπτει, παρ' ἣν αἰτίαν οὐδὲ διαθήκας ὑπομένοντες γράφεσθαι περικατάληπτοι γίνονται καὶ διξυμφορεῖν ἀναγκάζονται κατὰ Δημόκριτον. οἱ δὲ φρενήρεις, κἂ ν διά τινος αἰτίας ἀναγκαίας ἀνεννόητοι γένωνται τοῦ τάχ' ἤδη συγκυρήσειν τὴν τοῦ βίου παραγραφήν, ὅταν ἐν ὄμματι γένηται, περιοδεύσαντες ἀρρήτως τοῖς ἀγνοοῦσιν ὀξύτατα καὶ τὸ πάντων ἀπολελαυκέναι καὶ τὸ τελέαν αὐτοὺς ἐπιλαμβάνειν ἀναισθησίαν, οὕτως ἀκαταπλήκτως ἐκπνέουσιν ὡς εἰ μηδὲ τὸν ἐλάχιστον χρόνον ἐγλείπουσαν ἔσχον τὴν ἐπιβολήν.