Ancient Greek
Column 38
Philodemus, P.Herc. 1050 38
Not analysed yet
κ εἰ τελευτᾶι τις, ἀλλ' εἰ διαμένει πρὸς ποσὸν χρόνον, τὸ δὲ καὶ μέχρι γήρως καὶ τερατωδέστατον. ἔνιοι δ' οὕτως εἰσὶν τὸν ἀνθρώπον βίον παρωικηκότες, οὐ χυδαῖοι μόνον, ἀλλὰ καὶ τῶν φιλοσοφεῖν δὴ λεγομένων, ὥστε καὶ διατάττονται τοσαῦτα μὲν ἔτη διατρίψειν Ἀθήνησιν φιλομαθοῦντες, τοσαῦτα δὲ τὴν Ἑλλάδα καὶ τῆς βαρβάρου τὰ δυνατὰ θεωροῦντες, τοσαῦτα δὲ οἴκοι διαλεγόμενοι, τὰ δὲ λοιπὰ μετὰ τῶν γνωρίμων· ἄφνω δ' ἄφαντον προσέβα μακρὰς ἀφαιρούμενον ἐλπίδας τὸ χρεών. ὁ δὲ νοῦν ἔχων, ἀπειληφὼς ὃ δύναται πᾶν περιποιῆσαι τὸ πρὸς εὐδαίμονα βίον αὔταρκες, εὐθὺς ἤδη τὸ λοιπὸν ἐτεταφιασμένος περιπατεῖ καὶ τὴν μίαν ἡμέραν ὡς αἰῶνα κερδαίνει, παραιρουμένης δὲ οὔτε ξενίζονθ' ἡγεῖται τὰ προσπίπτοντ' οὔθ' ὡς ἐλλείπων τι τοῦ κρατίστου βίου συνακολουθεῖ, προβὰς δὲ δὴ καὶ τὴν ἐκ τοῦ χρόνου προσθήκην ἀξιολόγως ἀπολαβὼν ὡς παραδόξωι συνκεκυρηκὼς εὐτυχία ι καὶ κατὰ τοῦτο τοῖς πράγμασιν εὐχαριστεῖ. πᾶς δ' ὁ κηφηνώδης καὶ γέρων γενόμενος ἀνευθύμητός ἐστι τοῦ θνητοῦ καὶ ἐπικήρου τῆς συστάσεως, καὶ πιθανὸν ο ἴεται λέγειν τὸν φάσκοντα παράδοξον εἶναι γέροντα κυβερνήτην ἰδεῖν καὶ τύραν νον, οὐχ ἡγεῖται δὲ καὶ τὸ κοινῶς ἄνθρωπον, ἀλλὰ καὶ λοιμικῶν κατεχόντων αὐτὸν τὸν θάνατον οὐ προσδοκᾶι, μᾶλλον δὲ καὶ κατὰ τὴν ἀδιάληπτον φορὰν οὐδὲ τὴν ἀθανασίαν ἀπελπίζει, καθάπερ ἐστὶ δῆλος ἄρτι κυπαρίττους φυτεύων καὶ περὶ δύο χαλκῶν ἀπαγχόμενος καὶ θεμέλια καταβαλλόμενος οἰκήσεων οὐδ' εἰς χιλιοστὸν ἔτος ἐπιτελεσθῆναι