Ancient Greek · ~5 min
Column 1
Philodemus, P.Herc. 1065 1
Not analysed yet
οὐδὲ περὶ τὸ κοινὸν σημεῖον, ὅτι μοχθηρόν ἐστι, αλ εις διστάσομεν· καὶ μὴν δι' οὐθὲν ἕτερον κοινόν ἐστιν ἢ διότι καὶ ὄντος τοῦ ἀδήλου καὶ μὴ ὄντος ὑπάρχειν τοῦτο δύναται. τόν γέ τοι νομίζοντα ὡς χρηστὸς ὅδε τίς ἐστιν ἄνθρωπος ἕνεκα τοῦ πλουτεῖν μοχθηρῶι φαμεν καὶ κοινῶι χρῆσθαι σημείω ι διὰ τὸ πολλοὺς μὲν πλουτοῦντας ἀτόπους εὑρίσκεσθαι πολλοὺς δὲ χρηστούς· ὥστε τὸ ἴδιον εἴπερ ἀναγκαστικὸν ἀδυνατεῖν ἄλλως ὑπάρχειν ἢ σὺν τῶι ὃ λ έ γ ομεν αὐτοῦ κατ' ἀνάγ κην εἶναι, τἀφανές, οὗ σ ημεῖόν ἐστι, μηδὲ τόδε μηδὲ τὸ ἄδηλον ογ τῶι καθ' ὁμοιό τ η τ α τρόπωι τ ῆς σημειώσεως. ἔτι δὲ πρ ὸς τὰ μοναχὰ τὰ ἐν τοῖς παρ' ἡμῖν φ αινόμενα τ ό ποις οὐκ ἀναγκάζειν ὁ διὰ τῆς ὁ μοιότη τ ος ἔοικεν τρόπος, ε ἰ λίθων πολλῶν καὶ παντοδαπῶν ὄντων ἕν ἐστι τούτων εἶδος ἐπισπώμενον τὸν σίδηρον, ἣν καλοῦσιν μαγνῆτιν λίθον, οἱ δ' Ἡρακλεῶτιν, μόνον δὲ καὶ τὸ ἤλεκτρον ἑλκυστικόν ἐστι τῶν ἀχύρων, καὶ τετράγωνος ἀριθμὸς εἷς μόνος ὁ τέτταρ' ἐπὶ τέτταρα τὴν περίμετρον ἴσην ἔχει τῶι ἐμβαδῶι. πόθεν οὖν ἔχομεν εἰπεῖν ὡς οὐκ ἔστιν τι γένος ἀνθρώπων ὃ μόνον οὐκ ἀποθνήσκει διαιρούμενον τὴν καρδίαν, ὥστε μὴ κατ' ἀνάγκην εἶναι λαβεῖν ἐκ τοῦ τοὺς