Ancient Greek · ~5 min
Column 2
Philodemus, P.Herc. 1065 2
Not analysed yet
παρ' ἡμῖν ἀνθρώπους διαιρουμένους τὴν καρδίαν ἀποθνήσκειν τὸ καὶ πάντας; καὶ σπάνια δ' ἐστὶν παρ' ἡμῖν ἔνια, καθάπερ ὁ γενόμενος ἡμίπηχυς ἄνθρωπος ἐν Ἀλεξανδρείαι κεφαλὴν δὲ κολοσσικ ὴν ἔχων ἐφ' ἧς ἐσφυροκόπουν, ὃν ἐπεδείκνυον οἱ ταρειχευταί, καὶ ὁ γαμηθεὶς ὡς παρθένος ἐν Ἐπιδαύρωι κἄπειτα γενόμ εν ος ἀνήρ, καὶ ὁ γενόμενος ἐν Κρήτηι πηχῶν ὀκτὼ καὶ τετταράκοντα τοῖς ἐκ τῶν εὑρεθέντων ὀστῶν σημειουμένοις, ἔτι δ' οὓς ἐν Ἀκώρει πυγμαίους δεικνύουσιν, ἀμέλει δ' ἀναλόγους τοῖς οὓς Ἀντώνιος νῦν ἐξυρίας ἐκομίσατο. εἰ δ' οὖν ἐξῆλθεν τὰ προκείμ ενα πάνθ' ἃ εἰθίσμεθα καὶ οὐκ ἔστιν ὅμοια, ἔχομεν ζητεῖν εἴ τι καὶ τούτων, ὑπὲρ ὧν συντιθέμεθα τὴν σημείωσιν, ὅτι οὐκ ἔστιν ς ναμενον ἔνια δ' ὑπερβολὴν ἔχει κατὰ τόνδε τὸν κόσμον. ὅταν δὲ κατ αξιῶμεν· ἐπεὶ οἱ παρ' ἡμῖν ἄν θρωποι θνητοί εἰσι, καὶ τοὺς πάντας, τὸ διὰ τῆς ὁμοιότητο ς ὑγιές ἐστιν εἰ κατὰ πάντα τοὺς ἐν τοῖς ἀ δ ήλοις ὁμοίους ὑποτιθέμεθα τοῖς παρ' ἡμῖν, ὥστε καὶ κατὰ τὸ θνητοὺς ὑπάρχειν, οὐ τούτου χωρίς. εἰ μὲν γὰρ κατὰ πάντα, καὶ κατ' αὐτὸ τοῦτό γ' ὀρθ ότατα σημειωσόμεθα. τοιοῦτος γὰρ ὁ τρόπος ἔσται δήπ ουθεν· ἐπεὶ οἱ παρ' ἡμῖν ἄνθρωποι θνητοί ε ἰσιν, καὶ εἴ