Ancient Greek · ~4 min
Column 13
Philodemus, P.Herc. 1065 13
Not analysed yet
κὰ μὴ ἔχειν τὸ ἀναγκαστικόν. οὐ γὰρ ἀφ' ἧς ἔτυχεν κοινότητος ἐφ' ἣν ἔτυχε κοινότητα μεταβατέον ἐστίν, ἀλλ' ἀπὸ τῆς οὐδὲν εἰς τοὐναντίον αἴθυγμα παραδιδούσης οὐδ' ἐπισπασμὸν ἀντιπίπτοντα τοῖς ἐναργέσιν προσφερομένης. τί γὰρ ὅμοιόν ἐστιν ἐκ τοῦ τοὺς παρ' ἡμῖν ἀποκεφαλιζομένους ἅπαντας τελευτᾶν καὶ μὴ φυομένας ἴσχειν κεφαλὰς σημειοῦσθαι περὶ τοῦ καὶ τοὺς ὁπουδήποτ' ἀνθρώπους ἀποκεφαλιζομένους ταῦτα πείσεσθαι, κἀκ τοῦ παρ' ἡμῖν ῥοιὰς ἢ συκᾶς εἶν αι καταξιοῦν τὸ πανταχοῦ ταύτας ὑπάρχειν; θρω κναγ ου ιμινπ οισελ α ς φυο μένας οὐδὲ κατὰ α πάνθ' ὑπαρ δὲ τὰ ἐκ ταὐτοῦ γένους απ κα ὶ φύσεσιν καὶ χρόαις καὶ σ χ ήμασι καὶ μεγέθεσι καὶ τοῖς ἄλλοις ἰδιώμασιν, ὥστ' οὐκ ἐνδείκνυται τὸν κα θ' ὁμοιότητα τρόπον οὐκ ἀναγκαστικὸν ὁ λόγος, ἀλλ' εἰκαῖος καὶ ὑπὸ τῶν ἔργων ἐλεγχόμενος καὶ οὐδ' αὐτὴν τὴν ὁμ οιότητα καὶ διαφορὰν τὴν ἐν τοῖς φαινομένοις ἐπιλογιζόμενος, εἰ μὴ ῥητέον· ἐπειδήπερ ἰ όνθους ὁρῶμεν ἐκθλειβομένους καὶ πάλιν ἄλλους ἐν τοῖς αὐτοῖς τόποις γεννωμένους, διστ άσειν μή ποτε καὶ ὀφθαλμοὶ τοῦτο πάσχουσι, καὶ ἐπειδήπερ ὄνυ