Ancient Greek · ~5 min
Column 12
Philodemus, P.Herc. 1065 12
Not analysed yet
πον ἀναγκαστικόν. τὸ γὰρ εἰ μὴ τὸ δεύτερον οὐδὲ τὸ πρῶτον ἀληθὲς γίνεται ποτὲ μὲν παρόσον τοῦ δευτέρου καθ' ὑπόθεσιν σθ ἀνασκευασθέντος, παρ' αὐτὴν τὴν ἀνασκευὴν αὐτοῦ καὶ τὸ πρῶτον ἀναιρεῖται, καθάπερ ἔχει καὶ ἐπὶ τοῦ εἰ ἔστι κίνησις ἔστιν κενόν· ἀναιρεθέντος γὰρ καθ' ὑπόθεσιν τοῦ κενοῦ, παρὰ ψιλὴν τὴν ἀναίρεσιν αὐτοῦ καὶ ἡ κίνησις ἀναιρεθήσεθ', ὥστ' εἰς τὸ κατ' ἀνασκευὴν γένος ἐναρμόττειν τὸ τοιοῦτο· ποτὲ δ' οὐχ οὕτως ἀλλὰ παρ' αὐτὸ τὸ μὴ δύνασθαι τὸ μὲν π ρῶτον ὑπά ρχον νοεῖν ἢ τοιοῦτον ὑπάρχον τὸ δὲ δεύτερον μὴ ὑπάρχον ἢ μὴ τοιοῦτον, οἷο ν εἰ Πλάτων ἐστὶν ἄνθρωπος, καὶ Σωκράτης ἐστὶν ἄνθρωπ ος· τούτου γὰρ ἀληθοῦς ὄντος ἀληθὲς γίνεται καὶ τὸ εἰ Σωκράτης οὐκ ἔστιν ἄνθρωπος, οὐδὲ Πλάτων ἐστὶν ἄνθρωπος, οὐχὶ τῶι τῆι Σωκράτους ἀναιρέσει συνανασκευάζεσθαι τὸν Πλάτωνα, ἀλλὰ τῶι μὴ δυνατὸν εἶναι τὸν μὲν Σωκράτην εἶναι οὐκ ἄνθρωπον, τὸν δὲ Π λάτωνα ἄνθρωπον, ὃ δὴ τοῦ καθ' ὁμοιότητα ἔχεται τρόπου. διόπερ οὔθ' ὁ πρῶτος οὔθ' ὁ δεύτερ ος λόγος συνάγει τὸ τὸν καθ' ὁμοιότητα τρόπον τῆς σημειώσεως μὴ προσφέρεσθαι τὴν ἀνάγκην. οὐδ' ὁ τρίτος δὲ τοῦτο παρίστησιν, ἐπειδὴ κακῶς ἀξιο ῖ τὰ τῆς ὁμοιότητος εἰδι