Ancient Greek · ~5 min
Column 25
Philodemus, P.Herc. 1065 25
Not analysed yet
φθαρτὸς εἶναι, καθάπερ ἀριθμὸς σὺν τῶι ἐγ μονάδων συνεστηκέναι. καθόλου τε καὶ ψυχὴ πρᾶγμά τί ἐστιν ἴδιον οἷον ἄλλ' οὐδέν, καὶ χρόνος οἷον οὐδέν ἐστιν· ἆρ' οὖν καὶ τούτοις τις χρήσεται πρὸς τὸ μὴ δεῖν ἀπὸ τῶν ὁμοίων ποιεῖσθαι τὴν μετάβασιν σημειουμένους περὶ τῶν ἀδήλων ὁμοιότητα δὲ πρὸ ς τὰ παρ' ἡμῖν κεκτημένων; οὐ μ ὴν ἀλλὰ τὰ παρ' ἡμῖν ποικίλμαθ' ὁρῶν κα ταξιώσει τις κἀν τοῖς ἀδήλοις ὑπάρχειν, ἐφ' ὧν μὲν κατὰ κοινότητας ἐφ' ὧν δὲ κατ' ἰδι ότητας, ὥσπερ τε ομ ονζοντ συντρ τως πάλιν φύεσθαι· τὸ δ' ἀπαράλλακτον ἑκάστου κατειληφότες οἰκείαις χρ ώμεθα ταῖς μεταβάσεσιν ἀπὸ τῶν ὁμοίων καὶ ἀναλόγων ἰδιότησι καὶ κοινότησι τὰς μεταβάσεις ποιούμενοι. καὶ τἀκόλουθον δὲ παραστησόμεθα λέγοντες ὅτι τοὺς κακῶς σημειουμένους εὐθύνει —ψευδοποεῖ γάρ —τὸ ἐπὶ μέρους ἐνυπαρκτικὸν ὂν σὺν τῶι τοὺς ἀποφαινομένους περὶ ὡνδήποτ' ἐνίοτε μὲν περὶ τοῦ καθολικοῦ διισχυρίζεσθαι, ποτὲ δὲ χρῆσθαι τῶι ὡς ἐπὶ τὸ πολύ, καὶ τούτων αὐτῶν ἐκ τῶν φαινομένων κατωπτευμένων. ὅτι γὰ ρ αὖ πολὺ τὸ πρός τί ἐστιν ἔν τισιν, ἐπ' ἐνίων δ' εἰσὶ κοινότητες ἀκίνητοι, τὰ φαινόμενα παρέστησε, καθάπερ τινὰ τῶν θανασίμων καὶ καθαρτικῶν καὶ τὰς ἄλλας