Ancient Greek · ~5 min
Column 24
Philodemus, P.Herc. 1065 24
Not analysed yet
τὰ τὰς διαφόρους ὕλας· ὅθεν καθὰ μὲ ν ἰδιώματα τὰς παραλλαγὰς καταλείψει τῶν φαινομένων ὁ προσήκοντα ποιούμενος ἐπιλογισμόν, καθὰ δὲ τὰς πρὸς τὸ φαινόμενον διαφυλάξει κοινότητας, ὧν ἄτερ οὐδὲ νοηθῆναι πυρὸς ἔχοντα φύσιν ἐστὶ δυνατόν. ὁ δ' αὐτὸς καὶ περὶ τῶν ἄλλων πραγμάτων ἐστὶ λόγος. πρὸς δὲ τὸ περὶ τῶν μοναχῶν, ὅτι ὁυ καλῶς σημειούμενος καὶ τὰς κοινότητας καὶ τὰς ἰδιότ ητας ὀρθῶς κατανενοηκὼς ἐν ταῖς οὐσίαις καὶ ταῖς δυνάμεσι καὶ ποιότησι καὶ συμπτώμασι καὶ διαθέσεσι καὶ πλήθεσι καὶ ἀριθμοῖς δεο ύσηι χρήσεται μεταβάσει, καὶ ἐφ' ὧν μὲν πολλὰς ἐν τοῖς ὁμοειδέσι ν διαφορὰς καταλείψει τη τ πρὸς ἀλλήλας α ἐφ' ὧν δ' ὀλίγας παντελῶς· η τοῦτόν τε τρόπον μεταβαίνων ἀξιώσει τοὺς ὁπουδήποτ' ἀνθρώπους τρω τ ο ὺ ς εἶναι, κο ινὸν μὲν ἔχοντας τόδε τι, διαφορὰς δ' ἄλλας ταῖς ἐφ' ἡμῶν ἀναλόγους, καὶ οὐκ ἔ σται τοιαύτη τις ἰδιότης ἐνίοις ὡς δυνατὸν ἔσται καὶ ἄνθρωσπόν τινα μὴ εἶναι τρωτόν, καὶ πεπερασμένον τι μὴ παρ' ἕτερον θεώμεθα· καὶ παρὰ γὰρ αὐτοῦ τοῦ τ οῖς ἐπὶ πάντων ταὐτὰ ἀεὶ σ υ ντρέχειν ὁ τῶν φαινομένων λόγο ς ἔδωκε τὴν διαβεβαίωσιν. καὶ γ ὰρ σοφὸς μέν τις δύνατ' εἶναι, τῶν πολλῶν ἀφρόνων ὄντων, σὺν δὲ τούτωι λέγετα ί τις ἄνθρωπος, σὺν τῶι