Ancient Greek · ~4 min
Column 27
Philodemus, P.Herc. 1065 27
Not analysed yet
κείνωι τι κατ' ὀσμὴν καὶ χρόαν καὶ χυλὸν ἐστι παραπλήσιον, ὅτι καὶ τρόφιμόν ἐστι διισχυριεῖται. πολλὰ γὰρ ἀποκεκρυμμένας ἔχοντα διαφόρους δυνάμεις τεθεώρηται χρόαις ὄντα καὶ χυλοῖς καὶ τοῖς ἄλλοις ἰδιώμασιν τοῖς φαινομένοις παραπλήσια, καθάπερ ἐπ' ἄλλων τοὐναντίον. ὅταν δ' ἀπο κρούωσιν ἡμᾶς, πρῶτον μ ὲν ὑπομνησθ ησόμεθ' ὅτι ταῦτα πρὸς τὴν τοῦ δόγματος εὐλογίαν οὐδέν ἐστιν, ἔπειθ' ὅτι καὶ ταῦθ' οὕτως ἀποφαινόμενοι μαχόμεθα οὐδαμῶς ἑαυτοῖς, εἰ τὰ πάθη καὶ τὰ φαινόμενα παρέδειξε τ οιαῦτα ὑπάρχειν. ταῖς οὖν α νσε εικ ι διότι σὺν ν καὶ διότι οὕτως παρέδειξεν ὁ τῶν φαινομένων ἐπ ιλογισμός· τά τε παρ' ἡμῖν τρεφόμενα ζῶια, καθὸ τοιᾶσδε φύσεως κεκοινώνηκε σαρκίνης καὶ ἐκ παρ' ἄλληλα σω μάτων κειμένων γεγέννηται καὶ οὕτω ζῶιά ἐστιν. ταῦτ' οὖν ἀνίετε προφέρεσθαι καὶ ὑπὸ τῶν κεινούντων τὸ κοινόν, ὅτι τὰ φανερὰ τῶν ἀδήλων ἐστὶ σημεῖα, καὶ ὑπὸ τῶν σαλευόντων τὸν καθ' ὁμοιότητα τρόπον, εἴτε δὴ φαίνεται τὰ τ ῶν ἐναντιουμένων διαφέροντα τῶν πρότερον καὶ διαφόρου τετευχότα ἀντιβάσεως, εἴτε κ αὶ ἔνια μόνον εἴτ' εὔθετα ἐξεθήκαμεν χρᾶσθαι τοῖς