Ancient Greek · ~5 min
Column 28
Philodemus, P.Herc. 1065 28
Not analysed yet
θέλουσιν, μεθοδικώτερ' αὐτοὶ α νοντος ἢ πρότερον ἢ μετὰ τὴν ἀπάντησιν. οὐδὲν γὰρ ἴσως τὸ διαφέρον, εἰ καὶ τὰ πολλὰ πρότερον εἰώθαμεν, νῦν δὲ καὶ τῆι τάξει τῶν ἐπιζητήσεων ἠκολουθήκαμεν, ἐκθεῖναι τὰς κοινὰς καὶ διηκούσας κακίας διὰ τῶν λόγων, ἵνα καὶ τῶν παραλελειμμένων καὶ τῶν ὕστερον ἴσως συντεθησομένων παραδοθησομένας ἔχωμεν τὰς κακίας. ἐν μὲν τῶι Δημητριακῶι σφόδρ' ἐπιτόμως ἔκκειται. λέγεται δὲ διήκειν τό τε μὴ ἐπιλελογίσθαι τὴν ἰδιότητα τοῦ κατ' ἀνασκευήν, ὡς ἔχει τὸ αἰρομένου τοῦ ἀδήλου παρ' αὐτὸ τοῦτο συνανασκευάζεσθαι τὸ ἐναργές, πρὸς τὸ διὰ τὴν ὁμοιότητα τὴν τ οῦ ἐναργοῦς καὶ τοῦ ἀδήλου μὴ εἶναι νοεῖν τὸ μὲν ἐναργὲς ὑπάρχον ἢ τοιοῦτον ὑπάρχον τὸ δ' ἄδηλον οὐχ ὑπάρχον ἢ οὐ τοιοῦτον ὑπάρχον· καὶ τὸ μὴ ἐπιλελογίσθαι ὅτι οὐκ ἀφ' οὗ ἔτυχεν ὁμοίου ἐφ' ὃ ἔτυχεν οἰόμεθα δεῖν μεταβαίνειν ἀλλ' ἀπὸ τοῦ μάλιστα ὁμοιοτάτου· καὶ τὸ μὴ βλέπειν ὅτι τὸ εἶναί τινα ἰδιάζοντα γένη λίθων καὶ ἀριθμῶν καὶ ἄλλων τινῶν τοιούτων αὐτὰ τὰ φαινόμενα παρέδειξεν, οὐδὲν μαχόμενα τῆι κατὰ τὸ ὅμοιον μεταβάσει τοὐναντίον δ' ἐπισφοδρύνοντ' αὐτήν· καὶ τὸ μὴ ἐπιλελογίσθαι διότι οὐ κοινῶς ἀπὸ τῶν παρ' ἡμῖν ἐπὶ τἀφανῆ μεταβαίνο