Ancient Greek · ~2 min
Fragment 3
Philodemus, P.Herc. 1065 3-2
Not analysed yet
δεῖ δὲ διὰ τῆς καθ' ὁμοιότητα σημειώσεως ἢ διὰ τῆς ἀναλογίας συλλογίζεσθαι μήτ' οὐδὲ ταύτης οὔσης ἀφίστασθαι τῆς μόνης ἐκ τῶν πραγμάτων διδομένης ἀναλογίας. ἔτι δὲ τὰ μὲν τοῦ εἶναί τιν' ἐν τοῖς ἀδήλοις τιθώμεθα σημεῖα τὰ δὲ τ οῦ τοιαῦτ' εἶναι τὰ δὲ τοῦ μὴ ὑπάρχειν τὰ δὲ τοῦ μὴ τοιαῦθ' ὑπάρχειν· καὶ μὴ διὰ τῶν ἐνηλλαγμένως σημαινόντων ποιώμεθα τοὺς συλλογισμούς. ὡσαύτως δὲ καὶ τὰ κατ' ἀνασκευὴν τατ τόμενα σημεῖα οὐκ ἐπάγομεν, εἰ μὴ κατὰ γεννήματα τῶν φύσει ὄντων ἀδήλων, ἐφ' ὧν ἐκ τῶν φανερῶν ποιούμεθα τὴν σημείωσιν.