Ancient Greek · ~2 min
Fragment 4
Philodemus, P.Herc. 1065 4-2
Not analysed yet
χρησθῆναι προαποδεδειγμένοις, ἔτι δ' ἑξῆς π ᾶσι τοῖς διὰ πείρας εἰλημμένοις ἐπιλογισμοῦ σπουδαζομένου μήτε χωρὶς ἐπιλογισμοῦ. καὶ τοῖς δεομένοις κριτηρίοις πρὸς τὸ μήτε γνῶσιν ἐπί τινων προσμένειν ἡγεῖσθαι τῶι μὴ ἀντιμαρτυρῆσαι μήθ' ὡς ἄδηλα φύσει νομίζεσθαι τὰ δι' ἐπιμαρτυ ρήσεως λαμβάνεσθαι δυνάμενα· τὰ δὲ συνεχῆ πρὸς τὸ μή τινα νομίζειν ἐναργῆ διὰ τὸ μὴ φύσει φαίνεσθ' ἄδηλα καὶ φύσει τίν' ἄδηλα διὰ τὸ μὴ ἐναργῆ φαίνεσθαι.