Ancient Greek · ~3 min
Column 38
Philodemus, P.Herc. 1065 38
Not analysed yet
εἰ κενὸν οὐκ ἔστιν οὐδὲ κίνησίς ἐστιν, οὕτως εἴπερ οἱ παρ' ἡμῖν ἄνθρωποι τρωτοὶ καὶ θνητοί, καὶ οἱ πανταχῆι, καὶ εἰ μὴ πάντ' ἔχουσιν οἷά φαμεν τὰ παραλ λάγματ', οὐδ' οἱ παρ' ἡμῖν, ἐπ' ἀμφοῖν τῆς ἀδιανοησίας ἀπαραλλάκτου καθεστώσης. ἄλλως δὲ καὶ πλάττουσιν ἴδια καὶ πολλάκις ἀδύνατα φορῶς τῆι κατασκευῆι τῆς δόξης, καὶ τὰ μυθικῶς ἀπεσχεδιασμένα παρ' ἐνίοις ἁρ πάζουσιν, κἂν συνκρούσωσιν τούς, ὥσπερ οἴονται, τὰ μὲν πα ρ ωθουμένους τῶν ὁμοίω ν, τοῖς δὲ συνκατατιθεμένους, τὴν ἑαυτῶν δόξαν βεβαιοῦντες. ὥστ' ἀνενκλίτως τοῦ προδήλου καθεστῶτος, ὁ τοιαύτην καταστήσας εὐθύνην τῶν ἀμφισβητούντων πλεῖστον διέστηκεν. τὰ μὲν οὖν εἰρημένα τοῖς ἡμετέροις κατὰ τοῦτο πλεῖστον γεγονόσι τοιαῦτ' ἐστὶν οἷα προαπεθεωρήσαμεν· ἃ δ' ἔνιοι τῶν ἰατρῶν περὶ τῆς κατὰ τὸ ὅμοιον μεταβάσεως εἶπάν τε καὶ κατέγραψαν ἐν τοῖς τελευταίοις τῆς διεξόδου μέρεσιν, ἂν εὐστομαχῶμέν τε καὶ μηθὲν ἡμᾶς ἀφιστῆι προυργιαίτερον, ἀποψόμεθα.