Ancient Greek · ~4 min
Column 37
Philodemus, P.Herc. 1065 37
Not analysed yet
ροντες εἰς ταὐτό. τῶν τε ἀδήλων πραγμάτων ἐνίων οὕτως ἀκολουθούντων τοῖς φανεροῖς ὥστε συνπλοκὴν ἔχειν ἰδίαν, ἐπειδὴ γεννήματ' ἐστὶ πάντα τῶν στοιχείων ἢ τῶν ἐξ ἐκείνων ἤ πως ἄλλως συνηρτημένα, διόπερ ἀνασκευάζεσθαι καταξιουμένων ἐὰν ἐκεῖνα μὴ τιθῆται, κατὰ τοῦτο συντίθενται τὴν τοῖς φαινομένοις τῶν ἀοράτων ἀκολουθίαν· καὶ κατ' ἄλλον δὲ τρόπον ὑπαρχούσης ἀκολουθίας, ὥσπερ ὅταν ὁμοιότης ἢ ἀναλογίαι τις τ οῖς ὁμοίοις ἀναλόγοις τ' ἦι, τούτων τῶν ἀκολουθιῶν ων πν κασυμως πε ερ μι ασιν ε ἀποπάλλεται, καὶ βαρείας π εριφέρεσθαι τὰς ἀτόμους ἀξιοῦμεν, τῶι μὴ δύνασθαι τὰ μὲν παρ' ἡμῖν τοιαῦτα νοεῖν τὰ δ' ὅμοια μὴ πεπονθότα τοῦτο. καὶ τοτὲ μὲν ἀπὸ αἰσθητῶν ἐπ' αἰσθητὰ τῆς μεταβάσεως γινομένης κατὰ τὴν ἀπαραλλαξίαν, τοτὲ δ' ἐπὶ λόγωι θεωρητὰ τοῖς φαινομένοις ἀναλογοῦντα, τοιαύτης δὴ διαφορᾶς ὐπαρχούσης, παραπέμπουσι τῶν ἀκολουθιῶν τὰς ἰδιότητας, ὡσεὶ παραπλησίως ἐπ' ἀμφοτέρων ἑπομένου τῶι πρώτωι τοῦ δευτέρου, κἂν ἀθετῆται τὸ δεύτερον ἀναιρουμένου καὶ τοῦ πρώτου· διὸ καὶ ῥηθησομένου καλῶς εἴπερ ἔστιν κίνησις ἔστιν κενόν, καὶ