Ancient Greek
Column 17
Philodemus, P.Herc. 1251 17
Not analysed yet
τοοι οὐχ ὑ πὲρ ὀλίγου ου προδιδόναι τ ὰ μόνα δυνάμενα παρασχεῖν ἡδονὰς καὶ πόνους ὑπομένειν διὰ κενῆς. φιλοσοφίας δὲ καὶ παντελῶς, ἕκαστος λέγων· ἄρξομαι νῦν ἀνηνύτου κακοπαθίας, εἶτ' ἐπιδισκευθῶ μεταξύ; καὶ πρὸς τὰς ὁτουδήποτε ἀποκλείονται μεταδόσεις ὡς τοῖς ἀθανάτοις δέον τοῦτο ποιεῖν ἢ τοῖς μένουσιν ἕως κομίσωνται τὴν χάριν· καὶ πᾶσιν ἀχαριστοῦσι πάλιν ἀεὶ μηδὲ ἓν δὸς τῶι καταστρέψαντι μετὰ διαγέλωτος ἐπιφωνοῦντες· καὶ πάντων ἀνεπίστρεπτοι ς τ σομ νε θρ